De Memoria et Reminiscentia (On Memory)
Bekker 1837
γὰρ μέτρῳ οὐ μέμνηται αὐτό, οἷον ὅτι τρίτην ἡμέραν
ὁδήποτε ἐποίησεν, ὁτὲ δὲ καὶ μέτρῳ· ἀλλὰ μέμνηται καὶ
ἐὰν μὴ μέτρῳ. Εἰώθασι δὲ λέγειν ὅτι μέμνηνται μέν,
πότε μέντοι οὐκ ἴσασιν, ὅταν τοῦ πότε μὴ γνωρίζωσι τὸ
ποσὸν μέτρῳ. Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ
ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται. Διαφέρει δὲ τοῦ
μνημονεύειν τὸ ἀναμιμνήσκεσθαι οὐ μόνον κατὰ τὸν χρόνον,
ἀλλ’ ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει
πολλά, τοῦ δ’ ἀναμιμνήσκεσθαι οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων
ζῴων, πλὴν ἄνθρωπος. Αἴτιον δ’ ὅτι τὸ ἀναμιμνήσκεσθαί
ἐστιν οἷον συλλογισμός τις· ὅτι γὰρ πρότερον εἶδεν
ἢ ἤκουσεν ἤ τι τοιοῦτον ἔπαθε, συλλογίζεται ὁ ἀναμιμνησκόμενος,
καὶ ἔστιν οἷον ζήτησίς τις. Τοῦτο δ’ οἷς καὶ τὸ βουλευτικὸν
ὑπάρχει, φύσει μόνοις συμβέβηκεν· καὶ γὰρ τὸ
βουλεύεσθαι συλλογισμός τίς ἐστιν. Ὅτι δὲ σωματικόν
τι τὸ πάθος καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος,
σημεῖον τὸ παρενοχλεῖν ἐνίους, ἐπειδὰν μὴ δύνωνται
ἀναμνησθῆναι, καὶ πάνυ ἐπέχοντας τὴν διάνοιαν, καὶ οὐκέτ’
ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον, καὶ μάλιστα
τοὺς μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ
μάλιστα. Αἴτιον δὲ τοῦ μὴ ἐπ’ αὐτοῖς εἶναι τὸ ἀναμιμνήσκεσθαι,
ὅτι καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ’ αὐτοῖς
τὸ στῆσαι, οὕτω καὶ ὁ ἀναμιμνησκόμενος καὶ θηρεύων
σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος. Μάλιστα δ’ ἐνοχλοῦνται
οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν
Work
Title: De Memoria et Reminiscentia
English: On Memory
Original: Περὶ μνήμης καὶ ἀναμνήσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 276-286
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_026.xml [31 Kb]