De Semine (On Semen)
Kühn 1822
καὶ τούτου, ὅμως ἄῤῥεν ἐγένετο τὸ ζῶον, ἐπισκεπτέον,
ἢ διὰ τί γενομένου τοῦ ἄῤῥενος ἐφυλάχθη καὶ τῷ
θήλει τὸ σπέρμα. βέλτιον γὰρ ἦν ἔχειν αὐτὸ περίττωμα
συντελοῦν εἰς τὴν τοῦ κυουμένου γένεσιν. οἱ δὲ περὶ τὸν
Ἀθήναιον ἔμπαλιν ἐχρήσαντο τῷ λόγῳ· διὰ τοῦτο γὰρ οὐκ
εἶναί φασι τῷ θήλει περίττωμα σπερματικὸν, ὅτι τὸ αἱματικὸν
ἔχει· δύο δ’ οὐκ ἦν αὐτῷ περιττώματα γενέσθαι.
προστιθέασι δ’ ἐνίοτε τῷ λόγῳ καὶ ὡς οὐχ οἷόν τέ ἐστιν
ἓν ζῶον ἀμφοτέρας ἔχειν ἐν ἑαυτῷ τὰς ἀρχὰς τοῦ γεννηθησομένου,
τήν τε ὕλην καὶ τὴν δύναμιν. ἀλλὰ τοῦτο
μὲν οὐκ οἶδ’ ὅπως οἱ πλανώμενοι πάλιν αὐτοὶ κατὰ τὰ
φυτὰ μὴ διακεκρίσθαι φασὶ τὰς ἀρχὰς τῆς γενέσεως, ἀλλ’
ἀμφοτέρας ἐν αὐτοῖς εἶναι, καὶ τὰς ὡς ὕλης καὶ τὰς ὡς
δυνάμεως. Ἀριστοτέλης δ’ ἔτι καὶ μᾶλλον ἐπί τινων ζώων
ὦφθαί φησιν ἅπαντα τὰ κυϊσκόμενα, καὶ μηδὲν ἀποκεκριμένον
ὑπάρχειν ἐν αὐτοῖς, ἀλλ’ ἡνῶσθαι. καὶ τούτου μὲν
ἕνεκεν οὐκ ἀναμένουσι τὸν ἔξωθεν κατήγορον, ἀλλ’ αὐτοὶ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]