De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἐπιφέρων φησί· τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ
συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον·
ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ
τῆς ἀσθενείας, τὰ πάθη δ’ οὔτ’ ἐπ’ ἴσης οὔτ’ ἴσα γίγνεται.
καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις
ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κᾂν μακρότεραί
πως αἱ ῥήσεις ὦσι. διὰ τί δέ τινες τῶν μεγάλων
νομιζόντων, καί περ ἀσθενεῖς ὄντες ταῖς γνώμαις, βουλεύονταί
τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς
ὁ διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν
εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀῤῥήτῳ τινὶ πένθει βέβλητο
κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους, καί περ
τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα καὶ τῆς τῶν λογισμῶν
ἀσθενείας διαμενούσης, οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν.
Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ,
Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο,
Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο,
Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]