De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους ἢ λέγειν ἢ γράφειν
ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸς δὲ
τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας
ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν, ἢ
τοὺς πεισθησομένους αὐτοῖς, οὔτ’ ἐτόλμησαν ἐν τοῖς
συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν
ἀνάγκη, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἑνὶ βιβλίῳ
τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ
μὰ Δί’ οὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης,
ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος
τὴν μέθοδον, ἀλλ’ ἐξεργαζόμενοι πᾶν ἀκριβῶς,
ὥσπερ ἡμεῖς. ἡ μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ
δὴ λέλεκται. χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ
φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν
τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι
τῶν ἐπαγγελμάτων αὐτῆς. πῶς γὰρ οὐ μεγάλα καὶ θαυμαστὰ
τῆς τέχνης ταῦτ’ ἔστιν ἔργα, γηράσαντα μέχρι πλείστου,
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]