De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τοῦ σώματος; ἀλλὰ τοῦτό γε τὸ σκῶμμα δηλοῖ τοὺς ταῦτα
λέγοντας εἰς τοσοῦτον ἀπείρους εἶναι φαρμάκων δυνάμεως,
ὡς ἀγνοεῖν ὑπὸ μὲν τοῦ θαλαττίου λαγωοῦ μόνον τῶν πάντων
ἐν τῷ σώματι μορίων ἑλκόμενον πνεύμονα, κύστιν δ’
αὖ μόνην ὑπὸ τῶν κανθαρίδων. ὑπ’ ἄλλων δὲ τοὺς ἐν νεφροῖς
λίθους θρυπτομένους, ὑφ’ ἑτέρων δὲ τὰς ἐκ πνεύμονός
τε καὶ θώρακος ἀναπτύσεις εὐπετεῖς γινομένας, ὥσπερ
ὑπ’ ἄλλων ἄλλα καθ’ ἕν τι μόριον ἐξαιρέτως ἐπιτελούμενα.
πολυειδῶς δὲ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῶν γεγραμμένων
ἤδη μοι πρόσθεν, ὡς ἔφην, ὑπομνημάτων ἐξειργασάμην,
ὥσπερ αὖ κατὰ δεύτερον ἄλλον, οἰομένων τινῶν ἐν τῇ
συνθέσει διαφθείρεσθαι παντάπασι τὰς ἐναντίας ἀλλήλαις
δυνάμεις τῶν ἁπλῶν φαρμάκων. εἰ γὰρ ὕδωρ, φασὶ, τὸ ζεστότατον
τῷ ψυχροτάτῳ μίξεις, οὐδέτερον μενεῖ τῶν μιχθέντων
ὁποῖον ἦν ἔμπροσθεν, ἀλλ’ ἕν τι γενήσεται τρίτον, ἕτερον
ἀμφοῖν. ἐδείχθησαν δὲ κᾀνταῦθα ληροῦντες μάταια διὰ
τὸ μὴ γινώσκειν ἔνια μὲν τῶν προσφερομένων τῷ σώματι
κατὰ τὰς ἐμφύτους δυνάμεις, ἔνια δὲ κατὰ τὰς ἐπικτήτους
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]