Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

ἡμέρῃσι τὸ μακρότατον, ἤν τε θανάσιμον ἤν τε οὔ. Πολλοῖσι δὲ ἤδη ἡ τοιαύτη νοῦσος πεπαυμένη πάλιν ὑπετροπίασεν· ἢν οὖν ὑποτροπιάσῃ, κίνδυνος αὐτὸν διαφθαρῆναι· κρίνεται δὲ ἡ νοῦσος ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν θανάσιμος ἢ οὔ· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει, ἀλλὰ τοῖσι πολλοῖσι μελεδαινομένη ἐξέρχεται. Ὁκόταν δὲ παύσηται ἡ νοῦσος, διαίτῃ χρεέσθω καλῇ, ἡσύχως προσάγων ὁκόσα ἂν ἡ κοιλίη προσδέξηται καὶ μὴ ξυγκαυθῇ, μήτε διάῤῥοια ἐπιγίνηται· ἀμφότερα γὰρ δοκέει κινδυνώδεα εἶναι· λουέσθω δὲ ἑκάστης ἡμέρης, καὶ περιπατεέτω μετὰ τὰ σιτία ὀλίγα· ἐσθῆτα δὲ ἐνείσθω κούφην καὶ μαλθακήν· καὶ. γαλακτοποτεέτω τὴν ὥρην καὶ ὀῤῥοποτεέτω πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτα ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.

49. Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ φλέγματος σαπέντος· τῷδε δὲ δῆλον γίνεται, ὅτι σαπρόν ἐστιν, ἐρεύγεται γὰρ ἀπ’ αὐτοῦ ἔχον τὴν ὀσμὴν, ὁκοῖόν περ ῥαφανῖδας φαγόντος. Ἄρχεται δὲ γίνεσθαι τὸ τοιοῦτον νόσημα ἀπὸ τῶν σκελέων, εἶτ’ ἀπὸ τουτέων ἄνεισιν ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἐν τῇ κοιλίῃ στῇ, αὖθις ἀνατρέχει πρὸς τὰ σπλάγχνα, καὶ ὁκόταν ἐπὶ τούτοισι στῇ, μύζει καὶ ἔμετον ἄγει, ἅμα καὶ λάπην ὀξείην ὑπόσαπρον, καὶ ὁκόταν ἀπεμέσῃ, οὐκ ἔχει ἑωυτόν· ἔπειτα ἀπορίη πρὸς τοῖσι σπλάγχνοισιν, ἐνίοτε δὲ καὶ ἐς τὴν κεφαλὴν ἐξαπίνης ὀδύνη στηρίζει ὀξείη· καὶ τοῖσιν ὠσὶν ὀξέως

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]