De Affectionibus Interioribus (Internal Affections)
Littré 1851
ὀλίγον· τὸ δὲ λοιπὸν δὶς ἢ τρὶς τῆς ἡμέρης τὰ σττία διδόναι τούτῳ,
μέχρι καταστήσῃς τὴν κοιλίην, διδοὺς κατ’ ὀλίγον· ἐκ γὰρ τῶν πυρετῶν
καὶ τῆς ἀσιτίης, ἢν μὲν τὸ στόμα ζητέῃ, ἡ δὲ κοιλίη οὐκ
ἐθέλῃ δέξασθαι, ἀθρόον δεξαμένη φλεγμαίνει. Ἀλλὰ κατ’ ὀλίγον
διδόναι χρή· ἢν γὰρ ἀθρόον δῷς καὶ ὀλίγα πονήσῃ τοῖσι περιπάτοισιν,
οὐ διαψύχεται ἡ κοιλίη, ἅτε ἀτρέμα ξυνεστηκότων τῶν βρωτῶν·
διὸ καὶ πυρετὸς φιλέει ἐπιγίνεσθαι, καὶ τοῦ μὲν χειμῶνος ἧσσον, τοῦ
δὲ θέρεος κίνδυνος μᾶλλον ἐξαμαρτεῖν. Τοῦτον ἀνακομίζειν δεῖ ὡς
μάλιστα, ὅκως ἂν ὡς παχύτατος ᾖ, καὶ τοῖσι περιπάτοισι μετρίοισι
χρεέσθω, καὶ παλαιέτω ἧσσον ἑωυτοῦ, καὶ πονεέτω ὀλίγα τὸ
πρῶτον, ἔπειτα δὲ πλείω, πολλὰ δὲ οὐδέποτε, Ταῦτα ἢν ποιέῃ,
ὑγιὴς ἔσται τάχιστα· ἢν δὲ λεπτὸς γίνηται διὰ τὴν ταλαιπωρίην,
ἀνιέτω καὶ ᾑσυχίην ἐχέτω. Οὗτος μήτε πρὸς ἄνεμον δράμῃ ὑγιὴς
ἐὼν ὀξέως, μήτε ἐφ’ ἵππον μήτε ἐπὶ ζεῦγος, ἀνωβῇ· φυλασσέσθω δὲ
καὶ βοὴν καὶ ὀξυθυμίην· κίνδυνος γὰρ τὴν νοῦσον πάλιν ἀναλαβεῖν,
ἀλλᾲ φυλάσσεσθαι χρὴ τούτων ἁπάντων. Ἢν δὲ τοῦ σίτου ἀποκλεισθῇ,
ὀρόβους φώσας τὰ κέλυφα ἀποκαθῆραι, εἶτα βρέξας αὐτοὺς ἐν ὕδατι
τρεῖς ἡμέρας, ἐφ’ ἑκάστην δὲ ἡμέρην ἀποχέειν τὸ ὕδωρ καὶ ἄλλο
ἐπεγχέειν· ἔπειτα τῇ τετάρτῃ ἡμέρῃ ἀπηθῆσαι καὶ ξηρῆναι, εἶτα
ἀλέσας λεπτότατα διασῆσαι, καὶ λίνου καρπὸν φώσας, κόψαι λεῖον,
καὶ σήσαμον φώσας, κόψαι λεῖον, καὶ ἄλφιτα ἄναλτα καθαρὰ λεπτά·
καὶ τῶν μὲν ὀρόβων καὶ ἀλφίτων ἴσον ἑκατέρου ἔστω, τοῦ δὲ σησάμου
τρίτον μέρος, τοῦ δὲ λίνου ἥμισυ μιῆς μερίδος· ταῦτα ἐν γάλακτι αἰγείῳ
ἑψήσας, ὡς ὑγρότατα ῥοφέειν. Μετὰ δὲ ταῦτα διδόναι αὐτῷ ἐς ἄριστον
Work
Title: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 166-302
Publisher: Baillière, Paris
Download
Hipp-Gr_050.xml [207 Kb]