De Affectionibus Interioribus (Internal Affections)
Littré 1851
ἐνίοτε δὲ ἐμέει λάπην ὀξείην, ἐνίοτε δὲ καὶ ἁλμυρὴν, καὶ ὁκόταν
ἀπεμέσῃ, πικρὸν τὸ στόμα δοκέει αὐτῷ εἶναι. Ἐν δὲ τῇσι πλευρῇσιν
ἐρυθήματα καταχεῖται· ἅτε γὰρ τοῦ φλέγματος ἐν τῇ κοιλίῃ ἐόντος,
τὸ αἷμα ὑπὸ θερμασίης ἁλισθὲν προσέπεσιν ἐς τὰ πλευρὰ, καὶ
ἐρυθήματα ἐκχεῖται ἐν τῇσι πλευρῇσι, καὶ θερμασίη ἔχει μάλιστα
τὰς πλευράς· καὶ τὸ μετάφρενον αὐτοῦ ἔγκυρτον γίνεται· καὶ ὁκόταν
πονέῃ μάλιστα, οὐκ ἀνέχεται ψαυόμενος τοῦ σώματος· ἀλγέει γὰρ
ὁκοῖόν περ ἕλκος· καὶ αἱ σάρκες πάλλονται ὑπὸ τῆς ἀλγηδόνος, καὶ
οἱ ὄρχιες ἕλκονται, καὶ ἐς τὴν καθέδρην καὶ ἐς τὴν κύστιν θέρμη
τις καὶ ὀδύνη ἐμπίπτει, καὶ οὐρέει παχὺ ὁκοῖόν περ ὕδρωπα, καὶ ἐκ
τῆς κεφαλῆς αἱ τρίχες ἐκρέουσι, καὶ τὰ σκέλεα καὶ οἱ πόδες αἰεὶ
ψυχροὶ, καὶ ἡ ὀδύνη πιέζει μάλιστα τὰς πλευρὰς καὶ τὸ μετάφρενον
καὶ τὸν τράχηλον· πρὸς δὲ τῷ δέρματι δοκέει οἵ τι προσέρπειν. Ἡ
δὲ νοῦσος ὁτὲ μὲν πιέζει, ὁτὲ δὲ ἀνίησι· προϊούσης δὲ τῆς νούσου
συνεχέστερον πιέζει, καὶ τῆς κεφαλῆς τὸ δέρμα παχὺ καὶ ἐρυθρόν
ἐστιν. Οὗτος μέχρι μὲν ἓξ ἐτέων τοιαῦτα πάσχων διατελέει· ἔπειτα
ἱδρώς τε πουλὺς καταχέεται καὶ κάκοδμος· πολλάκις δὲ καὶ ὀνειρώσσει,
τὸ δὲ λάγνευμα ὕφαιμον προέρχεται ὑποπέλιδνον. Τοῦτο
τὸ νούσημα γίνεται διὰ θερμασίην τοῦ ἡλίου καὶ ὑδροποσίην. Τοῦτον
τοιγαροῦν ὁκόταν οὕτως ἔχῃ, τοῦ κνεώρου διδοὺς ὑποκαθαίρειν ἢ τοῦ
κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω· δίδου δὲ πίνειν καὶ γάλα ὄνειον,
ἑφήσας ὀκτὼ κοτύλας, μέλι παραχέων· τῇ δὲ ὑστεραίῃ μετὰ τὴν
κάθαρσιν τὰ αὐτὰ προσφέρειν ἃ καὶ τοῖσιν ἄλλοισι· τὰς δὲ πρώτας
Work
Title: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 166-302
Publisher: Baillière, Paris
Download
Hipp-Gr_050.xml [207 Kb]