De Affectionibus Interioribus (Internal Affections)
Littré 1851
ὀφθαλμοὺς ὑπώκια ὠχρὰ, καὶ αἱ φλέβες αἱ ἐν τῷ σώματι ὠχραὶ
διατέτανται, ἔνιαι δὲ σφόδρα ἐρυθραί· μάλιστα δὲ δῆλαι αἱ ὑπὸ τῇσι
μασχάλῃσι· καὶ ἀποπτύει ὠχρὰ, καὶ ὅταν αὐτέῳ ἐπίῃ, πνίγεται
καὶ βῆξαι οὐ δύναται ἐνίοτε βουλόμενος· ἐνίοτε δὲ ὑπὸ τοῦ πνίγματος
καὶ τῆς προθυμίης τοῦ βήσσειν ἀθρόον ἤμεσε χολὴν, ποτὲ δὲ λάπην,
πολλάκις δὲ καὶ τὰ σιτία, ὅταν φάγῃ, καὶ ὁκόταν ἀπεμέσῃ,
δοκέει κουφότερος εἶναι· εἶτ’ αὖθις ὀλίγον χρόνον διαλιπὼν, ἐν τοῖσιν
αὐτοῖσι πόνοισι κέεται. Οὗτος καὶ φθέγγεται ὀξύτερον ἢ ὑγιαίνων,
καὶ ῥῖγος καὶ πυρετὸς διαπαύων ἐπιλαμβάνει ἱδρώδης. Τοῦτον ὁκόταν
ὧδε ἔχῃ, βρωτοῖσι καὶ ῥοφήμασι καὶ ποτοῖσι καὶ φαρμάκοισι
καὶ τοῖσιν ἄλλοισι πᾶσι μελετῇν, ὥσπερ τοὺς πρόσθεν. Ἡ δὲ νοῦσος
διαφέρει μάλιστα ἐννέα ἔτεα, ἔπειτα διαφέρει φθειρόμενος· παῦροι δὲ
φυγγάνουσιν ἐξ αὐτῆς· χαλεπὴ γὰρ ἡ νοῦσος. Ἢν δὲ βούλῃ, ὧδε
ἰῆσθαι αὐτόν· πρῶτα μὲν πυριῆσαι, καὶ ὁκόταν πυριηθῇ, τῇ ὑστεραίῃ
δοῦναι αὐτῷ πιεῖν μελικρήτου ἡμίχουν καὶ ὄξος παραχέαι ὀλίγον,
καὶ κέλευε ἀπνευστὶ τοῦτο πιεῖν· ἔπειτα τῶν ἱματίων ἀμφιέσαι
αὐτὸν πολλὰ καὶ ὡς πλεῖστον χρόνον· ἢν δὲ μὴ ἀνέχηται, ἀλλ’ ἐξεμέσαι
βούληται, ἐξεμεέτω· ἢν δὲ μὴ ἔμετος ἔχῃ χρόνου ἤδη ἐγγενομένου,
ἐπιπιὼν ὕδατος χλιεροῦ μεγάλην κύλικα, ἐμεέτω καταματτόμενος
πτερῷ· ὁκόταν δὲ ἀπεμέσῃ ὥστε καλῶς ἔχειν, ἡσυχίην
ἐχέτω ταύτην τὴν ἡμέρην. Ὁκόταν δὲ ὥρη δείπνου ᾖ, δειπνεέτω
μᾶζαν ὀλίγην, καὶ ὄψον ἐχέτω τάριχος καὶ πράσα, ταῦτα δὲ ἐσθιέτω
ὡς πλεῖστα, οἶνον δὲ πινέτω γλυκύν. Τὸν δὲ λοιπὸν χρόνον, λουέσθω
πᾶσαν ἡμέρην ἅμα ἕωθεν θερμῷ πολλῷ, καὶ μετὰ τὸ λουτρὸν φυλάσσειν
χρὴ ὡς μὴ ῥιγώσῃ, ἀλλὰ κατακλιθεὶς εὑδέτω ὡς πλεῖστον
χρόνον. Ὁκόταν δὲ ἀναστῇ εὕδων, περιελθέτω σταδίους εἴκοσι τὸ
Work
Title: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 166-302
Publisher: Baillière, Paris
Download
Hipp-Gr_050.xml [207 Kb]