Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

τῇ αὐτῇ διαίτῃ χρεέσθω, λουέσθω δὲ πολλῷ καὶ θερμῷ, ὁκόταν μέλλῃ ἔμετον ποιέεσθαι· καὶ ἐσθιέτω μᾶζαν ψαιστὴν, καὶ ἄρτον ἔξοπτον ἕωλον· ἕλκοι γὰρ ἂν μᾶλλον ταῦτα τὸ φλέγμα· ὄψοισι δὲ χρεέσθω καὶ λαχάνοισι δριμέσι, καὶ τὰ λιπαρὰ καὶ τὰ γλυκέα καὶ τὰ ὀξέα, ταῦτα πάντα ἐπιτήδεια ξυμμεμιγμένα προσφέρεσθαι· καὶ τοῖσι λαχάνοισι πᾶσι χλωροῖσι χρεέσθω, καὶ πινέτω ἐπὶ τῷ σιτίῳ ὀλίγον πυκινὰ οἶνον γλυκὺν, καὶ πλακοῦντος ἐπιφαγέτω ἐπὶ τελευτῆς καὶ μέλι καὶ σῦκα, καὶ ὁκόταν δειπνήσῃ, πινέτω λαύρως τὰς κύλικας, καὶ ὁκόταν ἤδη πλήρης ᾖ, κατακοιμηθήτω ὀλίγον, εἶτα ἐπεγερθεὶς ἐμεέτω πιὼν οἴνου μεγάλην κύλικα καὶ ἐν χλιερῷ ὕδατι κεκρημένην· ἕλκει γὰρ μᾶλλον τὸ φλέγμα ἐκ τῶν σαρκῶν καὶ τῶν φλεβῶν, καὶ ξηραίνει μᾶλλον τὸ σῶμα· ἐξεμεέτω δὲ ἕως ἂν τὰ σῦκα ἐξεμέσῃ, ὕστατα γὰρ ταῦτα ἐξεμέεται. Ταῦτα μὲν τῇδε· τῇ δὲ ὑστεραίῃ ξυνεχέτω ἑωυτὸν μέχρι δείπνου, καὶ δειπνεέτω ἄρτον αὐτοπυρίτην· τὸ δὲ ὄψον ἔστω ἀπὸ τῶν ἰσχυροτέρων· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Αὕτη μὲν οὖν τοῦ ἐπιδημίου φλέγματος ἡ ἴησις. Ἢν δὲ δυνατὸς ἐὼν ἐσθίειν καὶ πίνειν ἥδηται τοῖσι σιτίοισιν, εἶτα τὰ σκέλεα βαρύνοιτο, καὶ ἡ χροιὴ μετηλλαγμένη ᾖ, τούτῳ φάναι ἐν τῇ κοιλίῃ φλέγμα τὸ λυπέον εἶναι. Ἀλλὰ χρὴ, ὁκόταν οὕτως ἔχῃ, μέλιτι καὶ οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ νίτρου ὁκόσον οἰὸς ἀστράγαλον παραμίξας κλύζειν· ταῦτα γὰρ τῇ φύσει τοῦ ἀνθρώπου εὐμενέστατα ἐς τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην, ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ,

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]