Meteorologica (Meteorology)
Bekker 1837
μαθημάτων ἱκανῶς ἴσως, ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς
δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν
εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν
ἐντεῦθεν οὕτως. Εἴρηται μὲν οὖν καὶ πρότερον ἐν τοῖς περὶ
τὸν ἄνω τόπον θεωρήμασι, λέγωμεν δὲ τὸν αὐτὸν λόγον καὶ
νῦν. Εἰ γὰρ τά τε διαστήματα πλήρη πυρὸς καὶ τὰ σώματα
συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων
στοιχείων. Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολὺ
γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς
τὰ σύστοιχα σώματα, κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ
γῆς καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον
ὁ τῆς γῆς ἐστὶν ὄγκος, ἐν ᾧ συνείληπται πᾶν καὶ τὸ
τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος. Ὁρῶμεν δ’
οὐκ ἐν τοσούτῳ μεγέθει γινομένην τὴν ὑπεροχὴν τῶν ὄγκων,
ὅταν ἐξ ὕδατος ἀὴρ γένηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος.
Ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσονδὶ καὶ
μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον ἀέρα, καὶ τὸν
πάντα πρὸς τὸ πᾶν ὕδωρ. Διαφέρει δ’ οὐθὲν οὐδ’ εἴ τις φήσει
μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν
εἶναι· κατὰ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα
τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ
κἂν εἰ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρχεν. Ὅτι μὲν οὖν οὔτ’
ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν
ἐστιν· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν πῶς τέτακται
τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δὲ ἀέρα
τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν
ἄστρων γίγνεται τοῖς περὶ τὴν γῆν τόποις. Περὶ ἀέρος
οὖν εἰπόντες πρῶτον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ
Work
Title: Meteorologica
English: Meteorology
Original: Μετεωρολογικά
Domains: Meteorology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 1-130
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_023.xml [412 Kb]