De Insomniis (On Dreams)
Bekker 1837
καὶ γὰρ ἡ ὄψις τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα. Τὰ μὲν
οὖν ὄμματα εὐλόγως, ὅταν ᾖ τὰ καταμήνια, διάκειται,
ὥσπερ καὶ ἕτερον μέρος ὁτιοῦν· καὶ γὰρ φύσει τυγχάνουσι
φλεβώδεις ὄντες. Διὸ γινομένων τῶν καταμηνίων
διὰ ταραχὴν καὶ φλεγμασίαν αἱματικὴν ἡμῖν μὲν ἡ ἐν τοῖς
ὄμμασι διαφορὰ ἄδηλος, ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις
σπέρματος καὶ καταμηνίων), ὁ δ’ ἀὴρ κινεῖται ὑπ’ αὐτῶν,
καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν
τινα ποιεῖ καὶ τοιοῦτον οἷον αὐτὸς πάσχει· ὁ δὲ τοῦ κατόπτρου
τὴν ἐπιφάνειαν. Ὥσ περ δὲ τῶν ἱματίων τὰ μάλιστα
καθαρὰ τάχιστα κηλιδοῦται· τὸ γὰρ καθαρὸν ἀκριβῶς
δηλοῖ ὅ τι ἂν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας
κινήσεις. Ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι ὁποιασοῦν
ἁφῆς μάλιστα αἰσθάνεται (δεῖ δὲ νοῆσαι οἷον τρίψιν
οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν),
διὰ δὲ τὸ καθαρὸν ἔκδηλος γίνεται ὁπηλικηοῦν οὖσα.
Τοῦ δὲ μὴ ἐξιέναι ταχέως ἐκ τῶν καινῶν κατόπτρων αἴτιον
τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων
καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ
δὲ τὸ λεῖον πάντῃ. Ἐν δὲ τοῖς παλαιοῖς οὐκ ἐμμένει, ὅτι
οὐχ ὁμοίως εἰσδύεται ἡ κηλὶς ἀλλ’ ἐπιπολαιότερον. Ὅτι
μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ
ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ ὅτι οὐ μόνον πάσχει ἀλλὰ
καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ
τούτων. Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους
καὶ τὴν μυρεψίαν συμβαίνοντα. Τό τε γὰρ παρασκευασθὲν
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]