De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλ’ ἐκ τῶν παρεμπιπτουσῶν
ὑπάρχουσαν. ἡ μὲν γὰρ τετρὰς ὅτι διχῇ τμηθείσης
τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει
δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δ’ οὐχ ἧττον τῆς τετάρτης
ἡμέρας ἡ γ΄ τε καὶ ε΄, καίτοι παρεμπίπτουσι δι’ οὐδὲν
ἄλλο ἢ ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο
γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ
λόγῳ σκοπουμένοις οὐκ ἄδηλος ἡ αἰτία. τὸ γὰρ τῆς ταραχῆς
βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ
πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων
ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν
δυνάμεων ὑπομνήμασιν. ὁ καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει
τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο
κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται,
ἀλλ’ ἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι
τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως
ἔτι μένει καὶ βραδύνει δι’ ἀῤῥωστίαν. ἄμφω δ’ ἔστιν αὐτὰ
θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]