Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat (Whom to Purge, With Which Cleansing Drugs, and When)
Kühn 1826
κάτω κατὰ τὰς καλουμένας ἀνέσεις. καὶ γὰρ αὐτόματα οὕτως
ὠφελεῖ, ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντων τε πολλῶν καὶ
διὰ ῥινῶν αἱμοῤῥαγούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρων τε καὶ
διαχωρημάτων ἀποκρινομένων. φυλάττεσθαι δὲ χρὴ μάλιστα
τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν
ἐπιχειρῇς κάτω καθαίρειν πολλά. τῆς γὰρ ῥοπῆς τῶν χυμῶν
ἄνω γενομένης ἡ τοῦ καθαίροντος φαρμάκου δύναμις ἐμποδιασθήσεται.
ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις
ἀεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν, ἐν δὲ τοῖς ὀξέσιν, ὅταν
ὀργᾷ, κατ’ ἀρχὰς οἷόν τε φαρμακεύειν· καὶ αὐτὸ τοῦτο μετὰ
πολλῆς εὐλαβείας καὶ περισκέψεως ποιεῖν. κίνδυνος γὰρ οὐ μικρὸς
ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν τὰ
καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι δὲ
τὸν πυρετὸν ᾗ πυρετός ἐστι κατὰ τὸν αὐτοῦ λόγον οὐχ
ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ καὶ τῶν
ἐναντιωτάτων αὐτοῖς, τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
οὔκουν οὐδ’ αὐτῆς ἕνεκα πυῤῥώδους θερμότητος ἡ κάθαρσις
ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ
Work
Title: Quos, Quibus Catharticis Medicamentis et Quando Purgare Oporteat
English: Whom to Purge, With Which Cleansing Drugs, and When
Original: Τῖνας δεῖ ἐκκαθαίρειν καὶ ποίοις καθαρτηρίοις καὶ πότε
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 343-356
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_085.xml [28 Kb]