Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

οὔτε ἤν τι ἀκούῃ ἢ ποιέῃ· ἀλλὰ κεχηνὼς κέεται σιαλοχοέων· τοιάδε ποιέων οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑβδομαῖος ἢ ἐνναταῖος. Ὅταν δὲ τούτων ἀπῇ τι τῶν σημηΐων, χαλαρωτέρην δηλοῖ τὴν νοῦσον, καὶ καλέουσιν αὐτὴν παρακυνάγχην. Τοῦτον φλεβοτομέειν χρὴ, μάλιστα μὲν ὑπὸ τὸν τιτθόν· συνακολουθέει γὰρ ταύτῃ ἐκ τοῦ πλεύμονος θερμὸν πνεῦμα· χρὴ δὲ καὶ τὰ κάτω καθαίρειν φαρμάκῳ ἢ κλύσματι, καὶ τοὺς αὐλίσκους παρῶσαι ἐς τὴν φάρυγγα κατὰ τὰς γνάθους, ὡς ἕλκηται τὸ πνεῦμα ἐς τὸν πλεύμονα, καὶ ποιέειν ὡς τάχιστα πτύσαι, καὶ ἰσχναίνειν τὸν πλεύμονα, καὶ ὑποθυμιᾷν ὕσσωπον κιλίκιον καὶ θεῖον καὶ ἄσφαλτον, καὶ ἕλκειν διὰ τῶν αὐλίσκων καὶ διὰ τῶν ῥινῶν, ὡς ἐξίῃ φλέγμα, καὶ τὴν φάρυγγα καὶ τὴν γλῶσσαν ἀνατρίβειν τοῖσι τὸ φλέγμα ἄγουσι, καὶ τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ τάμνειν, ἀφιέναι δὲ αἷμα καὶ ἀπὸ τῶν ἀγκώνων, ἢν ἰσχύῃ· ἀοινεῖν δὲ, καὶ ῥοφεῖν πτισάνης χυλὸν λεπτόν· ἐπειδὰν δὲ ἀφῇ ἡ νοῦσος καὶ σιτίων γεύηται, ἐλατηρίῳ νέῳ καθῆραι, ἵνα μὴ ἑτέρῳ κακῷ περιπέσῃ.

11. Νοῦσος ἴκτερος· ἴκτερος τοιόσδε ἐστὶν ὁ ὀξὺς καὶ διὰ τάχεος ἀποκτείνων· ἡ χροιὴ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη οἵη οἱ σαῦροι οἱ χλωροί· παρόμοιος δὲ καὶ ὁ χρὼς, καὶ τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥόν· καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται, καὶ ξύεται, καὶ ἄσιτος ἐὼν τὰ ἑωθινὰ τὰ σπλάγχα ἀμύσσεται ὡς ἐπιτοπουλὺ, καὶ ὁκόταν ἐγείρῃ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχεται. Οὗτος ὡς ἐπιτοπολὺ ἀποθνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιὴς γίνεται. Χρὴ δὲ θερμολουτέειν, καὶ πίνειν μελίκρητον

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]