Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Posteriora (Posterior Analytics)

Μία δ᾿ ἐπιστήμη ἐστὶν ἡ ἑνὸς γένους, ὅσα ἐκ τῶν πρώτων σύγκειται καὶ μέρη ἐστὶν ἢ πάθη τούτων καθ᾿ αὑτά. Ἑτέρα δ᾿ ἐπιστήμη ἐστὶν ἑτέρας, ὅσων αἱ ἀρχαὶ μήτ᾿ ἐκ τῶν αὐτῶν μήθ᾿ ἕτεραι ἐκ τῶν ἑτέρων. Τούτου δὲ σημεῖον, ὅταν εἰς τὰ ἀναπόδεικτα ἔλθῃ· δεῖ γὰρ αὐτὰ ἐν τῷ αὐτῷ γένει εἶναι τοῖς ἀποδεδειγμένοις. Σημεῖον δὲ καὶ τούτου, ὅταν τὰ δεικνύμενα δι᾿ αὐτῶν ἐν ταὐτῷ γένει ὦσι καὶ συγγενῆ.