Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Posteriora (Posterior Analytics)

Ὁρισμὸς δ᾿ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι, φανερὸν ὅτι ὁ μέν τις ἔσται λόγος τοῦ τί σημαίνει τὸ ὄνομα ἢ λόγος ἕτερος ὀνοματώδης, οἷον τὸ τί σημαίνει, τί ἐστιν ᾗ τρίγωνον. Ὅπερ ἔχοντες ὅτι ἔστι, ζητοῦμεν διὰ τί ἐστιν. Χαλεπὸν δ᾿ οὕτως ἐστὶ λαβεῖν ἃ μὴ ἴσμεν ὅτι ἔστιν. Ἡ δ᾿ αἰτία εἴρηται πρότερον τῆς χαλεπότητος, ὅτι οὐδ᾿ εἰ ἔστιν ἢ μὴ ἴσμεν, ἀλλ᾿ ἢ κατὰ συμβεβηκός. Λόγος δ᾿ εἷς ἐστὶ διχῶς, ὁ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ὁ δὲ τῷ ἓν καθ᾿ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός.

Εἷς μὲν δὴ ὅρος ἐστὶν ὅρου ὁ εἰρημένος, ἄλλος δ᾿ ἐστὶν ὅρος λόγος ὁ δηλῶν διὰ τί ἐστιν. Ὥστε ὁ μὲν πρότερος σημαίνει μέν, δείκνυσι δ᾿ οὔ, ὁ δ᾿ ὕστερος φανερὸν ὅτι ἔσται οἷον ἀπόδειξις τοῦ τί ἐστι, τῇ θέσει διαφέρων τῆς ἀποδείξεως. Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή· ἐρεῖ γὰρ οὕτω μὲν διότι ἀποσβέννυται τὸ πῦρ ἐν τοῖς νέφεσι· τί δ᾿ ἐστὶ βροντή; ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφεσιν. Ὥστε ὁ αὐτὸς λόγος ἄλλον τρόπον λέγεται, καὶ ὡδὶ μὲν ἀπόδειξις συνεχής, ὡδὶ δὲ ὁρισμός. Ἔτι ἐστὶν ὅρος βροντῆς ψόφος ἐν νέφεσι· τοῦτο δ᾿ ἐστὶ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. Ὁ δὲ τῶν ἀμέσων ὁρισμὸς θέσις ἐστὶ τοῦ τί ἐστιν ἀναπόδεικτος.

Ἔστιν ἄρα ὁρισμὸς εἷς μὲν λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος, εἷς δὲ συλλογισμὸς τοῦ τί ἐστι, πτώσει διαφέρων τῆς ἀποδείξεως, τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων καὶ πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστι, καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν, ἔτι δ᾿ ὁρισμὸς ποσαχῶς τε λέγεται καὶ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ, καὶ τίνων ἐστὶ καὶ τίνων οὔ, ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι καὶ πῶς οὐκ ἐνδέχεται.

〈أنواع الحد〉

والحد بما يقال إنه قول ما هو، فمن البين أن أخذ ذلك هو أن يقال على ماذا يدل الاسم أو قول آخر يدخل فى باب دلالة الاسم — مثال ذلك: على ماذا يدل ما هو المثلث؟ هذا الذى إذ كان لنا أنه موجود يطلب لم هو. وذلك أنه قد يصعب أن نأخذ الأشياء التى لا يعلم أنها موجودة. وسبب الصعوبة قد خبرنا به فيما تقدم من قبل أنا لا نعلم ولا أنه موجود أولا، اللهم إلا بطريق العرض. والقول يقال إنه واحد على ضربين: أحدهما بالرباط، بمنزلة ايلياس، والآخر بأن يدل بشىء واحد على شىء واحد، لا بطريق العرض. — فأحد الحدود هو هذا الذى قيل الآن. وقد يوجد حد آخر وهو قول يعرف: لم هو الشىء؟ فذلك المتقدم قد يدل دلالة، فأما بياناً فلا يبين. وهذا الآخر فمن البين أنه كالبرهان على ما هو، وإنما يخالف البرهان بالوضع. وذلك أن بين أن يقال: لم يرعد؟ وبين أن يقال: ما هو الرعد؟ — فرقاً. وذلك أنه قد يجيب أما فى ذاك، فلأن النار التى فى السحاب تنطفئ؛ وأما ما هو الرعد فيجيب عنه بأنه صوت انطفاء النار فى السحاب. فإذن قول واحد بعينه يقال على جهتين مختلفتين. فأما فى تلك الجهة فبرهان متصل؛ وأما فى هذا فتحديد. — وأيضا حد الرعد أنه صوت فى السحاب. وهذا هو نتيجة البرهان على معنى ما هو وحد الأشياء التى لا وسط بها هو وضع لمعنى ما هو غير مبرهن.

فأحد أقسام الحد إذن هو قول على معنى ما الشىء غير مبرهن؛ والآخر قياس على معنى ما هو، يخالف البرهان بالتصريف؛ والثالت نتيجة البرهان على ما هو.

فقد ظهر مما قيل كيف يوجد البرهان على معنى ما هو، وكيف لا يكون، ولأى الأشياء يوجد البرهان، ولأيها لا يوجد؛ وأيضا على كم ضرب يقال الحد؛ وكيف يبين معنى ما هو وكيف لا يبين ولأى الأشياء هو، ولأى الأشياء لا؛ وأيضا كيف حال الحد عند البرهان، وكيف يمكن أن يكون، موجودا لأمر واحد بعينه، وكيف لا يمكن.