Μὴ λανθανέτω δ᾿ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ
ἅπαντα τὰ συμπεράσματα δι᾿ ἑνὸς σχήματός εἰσιν, ἀλλὰ τὸ
μὲν διὰ τούτου τὸ δὲ δι᾿ ἄλλου. Δῆλον οὖν ὅτι καὶ τὰς
ἀναλύσεις οὕτω ποιητέον. Ἐπεὶ δ᾿ οὐ πᾶν πρόβλημα ἐν
ἅπαντι σχήματι ἀλλ᾿ ἐν ἑκάστῳ τεταγμένα, φανερὸν ἐκ
τοῦ συμπεράσματος ἐν ᾧ σχήματι ζητητέον.