Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Priora (Prior Analytics)

Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα. Διὸ χαλεπὸν ἀνάγειν τοὺς τοιούτους συλλογισμούς. Ἐνίοτε δὲ καὶ ἀπατᾶσθαι συμβήσεται διὰ τὴν τοιαύτην ζήτησιν, οἷον ὅτι τῶν ἀμέσων ἐστὶ συλλογισμός. Ἔστω τὸ Α δύο ὀρθαί, τὸ ἐφ᾿ ᾧ Β τρίγωνον, ἐφ᾿ ᾧ δὲ Γ ἰσοσκελές. Τῷ μὲν οὖν Γ ὑπάρχει τὸ Α διὰ τὸ Β, τῷ δὲ Β οὐκέτι δι᾿ ἄλλο· καθ᾿ αὑτὸ γὰρ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ὥστ᾿ οὐκ ἔσται μέσον τοῦ Α Β ἀποδεικτοῦ ὄντος. Φανερὸν γὰρ ὅτι τὸ μέσον οὐχ οὕτως ἀεὶ ληπτέον ὡς τόδε τι, ἀλλ᾿ ἐνίοτε λόγον, ὅπερ συμβαίνει κἀπὶ τοῦ λεχθέντος.