Analytica Priora (Prior Analytics)
Φανερὸν οὖν ὅτι ἐν τῷ πρώτῳ σχήματι τὰ μὲν ἄλλα προβλήματα πάντα δείκνυται διὰ τοῦ ἀδυνάτου, τὸ δὲ καθόλου καταφατικὸν οὐ δείκνυται. Ἐν δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ καὶ τοῦτο δείκνυται. Κείσθω γὰρ τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν, εἰλήφθω δὲ τῷ Γ παντὶ ὑπάρχειν τὸ Α. Οὐκοῦν εἰ τῷ μὲν Β μὴ παντί, τῷ δὲ Γ παντί, οὐ παντὶ τῷ Β τὸ Γ. Τοῦτο δ᾿ ἀδύνατον· ἔστω γὰρ φανερὸν ὅτι παντὶ τῷ Β ὑπάρχει τὸ Γ, ὥστε ψεῦδος τὸ ὑποκείμενον. Ἀληθὲς ἄρα τὸ παντὶ ὑπάρχειν. Ἐὰν δὲ τὸ ἐναντίον ὑποτεθῇ, συλλογισμὸς μὲν ἔσται καὶ τὸ ἀδύνατον, οὐ μὴν δείκνυται τὸ προτεθέν. Εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τῷ δὲ Γ παντί, οὐδενὶ τῷ Β τὸ Γ. Τοῦτο δ᾿ ἀδύνατον, ὥστε ψεῦδος τὸ μηδενὶ ὑπάρχειν. Ἀλλ᾿ οὐκ εἰ τοῦτο ψεῦδος, τὸ παντὶ ἀληθές. Ὅτε δὲ τινὶ τῷ Β ὑπάρχει τὸ Α, ὑποκείσθω τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν, τῷ δὲ Γ παντὶ ὑπαρχέτω. Ἀνάγκη οὖν τὸ Γ μηδενὶ τῷ Β. Ὥστ᾿ εἰ τοῦτ᾿ ἀδύνατον, ἀνάγκη τὸ Α τινὶ τῷ Β ὑπάρχειν. Ἐὰν δ᾿ ὑποτεθῇ τινὶ μὴ ὑπάρχειν, ταῦτ᾿ ἔσται ἅπερ ἐπὶ τοῦ πρώτου σχήματος. Πάλιν ὑποκείσθω τὸ Α τινὶ τῷ Β ὑπάρχειν, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτω. Ἀνάγκη οὖν τὸ Γ τινὶ τῷ Β μὴ ὑπάρχειν. Ἀλλὰ παντὶ ὑπῆρχεν, ὥστε ψεῦδος τὸ ὑποτεθέν· οὐδενὶ ἄρα τῷ Β τὸ Α ὑπάρξει. Ὅτε δ᾿ οὐ παντὶ τὸ Α τῷ Β, ὑποκείσθω παντὶ ὑπάρχειν, τῷ δὲ Γ μηδενί. Ἀνάγκη οὖν τὸ Γ μηδενὶ τῷ Β ὑπάρχειν. Τοῦτο δ᾿ ἀδύνατον, ὥστ᾿ ἀληθὲς τὸ μὴ παντὶ ὑπάρχειν. Φανερὸν οὖν ὅτι πάντες οἱ συλλογισμοὶ γίνονται διὰ τοῦ μέσου σχήματος.