Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον, ὅταν
ἄνευ τῶν συμπερασμάτων ἐρωτᾷ τὸν λόγον, ὅπως μὴ δοθῇ
δὶς ταὐτὸν ἐν ταῖς προτάσεσιν, ἐπειδήπερ ἴσμεν ὅτι ἄνευ
μέσου συλλογισμὸς οὐ γίνεται, μέσον δ᾿ ἐστὶ τὸ πλεονάκις
λεγόμενον. Ὡς δὲ δεῖ πρὸς ἕκαστον συμπέρασμα τηρεῖν τὸ
μέσον, φανερὸν ἐκ τοῦ εἰδέναι ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται.
Τοῦτο δ᾿ ἡμᾶς οὐ λήσεται διὰ τὸ εἰδέναι πῶς ὑπέχομεν
τὸν λόγον.
Χρὴ δ᾿ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομένους,
αὐτοὺς ἐπιχειροῦντας πειρᾶσθαι λανθάνειν. Τοῦτο δ᾿
ἔσται πρῶτον, ἐὰν τὰ συμπεράσματα μὴ προσυλλογίζωνται
ἀλλ᾿ εἰλημμένων τῶν ἀναγκαίων ἄδηλα ᾖ, ἔτι δὲ ἂν μὴ
τὰ σύνεγγυς ἐρωτᾷ, ἀλλ᾿ ὅτι μάλιστα τὰ μέσα. Οἷον
ἔστω δέον συμπεραίνεσθαι τὸ Α κατὰ τοῦ Ζ· μέσα Β Γ Δ Ε.
Δεῖ οὖν ἐρωτᾶν εἰ τὸ Α τῷ Β, καὶ πάλιν μὴ εἰ τὸ Β τῷ Γ,
ἀλλ᾿ εἰ τὸ Δ τῷ Ε, κἄπειτα εἰ τὸ Β τῷ Γ, καὶ οὕτω τὰ
λοιπά. Κἂν δι᾿ ἑνὸς μέσου γίνηται ὁ συλλογισμός, ἀπὸ τοῦ
μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἂν οὕτω λανθάνοι τὸν ἀποκρινόμενον.