Ἐπεὶ δ᾿ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων γίνεται
συλλογισμός, φανερὸν καὶ πότ᾿ ἔσται καὶ πότ᾿ οὐκ ἔσται
ἔλεγχος. Πάντων μὲν γὰρ συγχωρουμένων, ἢ ἐναλλὰξ τιθεμένων
τῶν ἀποκρίσεων, οἷον τῆς μὲν ἀποφατικῆς τῆς δὲ καταφατικῆς,
ἐγχωρεῖ γίνεσθαι ἔλεγχον. Ἦν γὰρ συλλογισμὸς
καὶ οὕτω καὶ ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστ᾿ εἰ τὸ κείμενον
ᾖ ἐναντίον τῷ συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγχον·
ὁ γὰρ ἔλεγχος ἀντιφάσεως συλλογισμός. Εἰ δὲ μηδὲν
συγχωροῖτο, ἀδύνατον γίνεσθαι ἔλεγχον· οὐ γὰρ ἦν
συλλογισμὸς πάντων τῶν ὅρων στερητικῶν ὄντων, ὥστ᾿ οὐδ᾿
ἔλεγχος· εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμὸν εἶναι,
συλλογισμοῦ δ᾿ ὄντος οὐκ ἀνάγκη ἔλεγχον. Ὡσαύτως δὲ
καὶ εἰ μηδὲν τεθείη κατὰ τὴν ἀπόκρισιν ἐν ὅλῳ· ὁ γὰρ αὐτὸς
ἔσται διορισμὸς ἐλέγχου καὶ συλλογισμοῦ.