Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Priora (Prior Analytics)

Συμβαίνει δ᾿ ἐνίοτε, καθάπερ ἐν τῇ θέσει τῶν ὅρων ἀπατώμεθα, καὶ κατὰ τὴν ὑπόληψιν γίνεσθαι τὴν ἀπάτην, οἷον εἰ ἐνδέχεται τὸ αὐτὸ πλείοσι πρώτως ὑπάρχειν, καὶ τὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲ εἰδέναι. Ἔστω γὰρ τὸ Α τῷ Β καὶ τῷ Γ καθ᾿ αὑτὰ ὑπάρχον, καὶ ταῦτα παντὶ τῷ Δ ὡσαύτως. Εἰ δὴ τῷ μὲν Β τὸ Α παντὶ οἴεται ὑπάρχειν, καὶ τοῦτο τῷ Δ, τῷ δὲ Γ τὸ Α μηδενί, καὶ τοῦτο τῷ Δ παντί, τοῦ αὐτοῦ κατὰ ταὐτὸν ἕξει ἐπιστήμην καὶ ἄγνοιαν. Πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τὸ Α ὑπάρχει τῷ Β, τοῦτο δὲ τῷ Γ καὶ τὸ Γ τῷ Δ, ὑπολαμβάνοι δὲ τὸ Α παντὶ τῷ Β ὑπάρχειν καὶ πάλιν μηδενὶ τῷ Γ· ἅμα γὰρ εἴσεταί τε καὶ οὐχ ὑπολήψεται ὑπάρχειν. Ἆρ᾿ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τούτων ἢ ὃ ἐπίσταται, τοῦτο μὴ ὑπολαμβάνειν; ἐπίσταται γάρ πως ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ τοῦ Β, ὡς τῇ καθόλου τὸ κατὰ μέρος, ὥστε ὅ πως ἐπίσταται, τοῦτο ὅλως ἀξιοῖ μὴ ὑπολαμβάνειν· ὅπερ ἀδύνατον. Ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον, καθ᾿ ἑκάτερον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προτάσεις οὐκ ἐγχωρεῖ ὑπολαμβάνειν, οἷον τὸ Α τῷ μὲν Β παντί, τῷ δὲ Γ μηδενί, ταῦτα δ᾿ ἀμφότερα παντὶ τῷ Δ. Συμβαίνει γὰρ ἢ ἁπλῶς ἢ ἐπί τι ἐναντίαν λαμβάνεσθαι τὴν πρώτην πρότασιν. Εἰ γὰρ ᾧ τὸ Β ὑπάρχει, παντὶ τὸ Α ὑπολαμβάνει ὑπάρχειν, τὸ δὲ Β τῷ Δ οἶδε, καὶ ὅτι τῷ Δ τὸ Α οἶδεν. Ὤστ᾿ εἰ πάλιν, ᾧ τὸ Γ, μηδενὶ οἴεται τὸ Α ὑπάρχειν, ᾧ τὸ Β τινὶ ὑπάρχει, τούτῳ οὐκ οἴεται τὸ Α ὑπάρχειν. Τὸ δὲ παντὶ οἰόμενον ᾧ τὸ Β, πάλιν τινὶ μὴ οἴεσθαι ᾧ τὸ Β, ἢ ἁπλῶς ἢ ἐπί τι ἐναντίον τίον ἐστίν. Οὕτω μὲν οὖν οὐκ ἐνδέχεται ὑπολαβεῖν, καθ᾿ ἑκάτερον δὲ τὴν μίαν ἢ κατὰ θάτερον ἀμφοτέρας οὐδὲν κωλύει, οἷον τὸ Α παντὶ τῷ Β καὶ τὸ Β τῷ Δ, καὶ πάλιν τὸ Α μηδενὶ τῷ Γ. Ὁμοία γὰρ ἡ τοιαύτη ἀπάτη καὶ ὡς ἀπατώμεθα περὶ τὰ ἐν μέρει, οἷον εἰ τῷ Β παντὶ τὸ Α ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντί, τὸ Α παντὶ τῷ Γ ὑπάρξει. Εἰ οὖν τις οἶδεν ὅτι τὸ Α, ᾧ τὸ Β, ὑπάρχει παντί, οἶδε καὶ ὅτι τῷ Γ. Ἀλλ᾿ οὐδὲν κωλύει ἀγνοεῖν τὸ Γ ὅτι ἔστιν, οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί, τὸ δ᾿ ἐφ᾿ ᾧ Β τρίγωνον, τὸ δ᾿ ἐφ᾿ ᾧ Γ αἰσθητὸν τρίγωνον. Ὑπολάβοι γὰρ ἄν τις μὴ εἶναι τὸ Γ, εἰδὼς ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρθάς, ὥσθ᾿ ἅμα εἴσεται καὶ ἀγνοήσει ταὐτόν. Τὸ γὰρ εἰδέναι πᾶν τρίγωνον ὅτι δύο ὀρθαῖς οὐχ ἁπλοῦν ἐστίν, ἀλλὰ τὸ μὲν τῷ τὴν καθόλου ἔχειν ἐπιστήμην, τὸ δὲ τὴν καθ᾿ ἕκαστον. Οὕτω μὲν οὖν ὡς τῇ καθόλου οἶδε τὸ Γ ὅτι δύο ὀρθαί, ὡς δὲ τῇ καθ᾿ ἕκαστον οὐκ οἶδεν, ὥστ᾿ οὐχ ἕξει τὰς ἐναντίας. Ὁμοίως δὲ καὶ ὁ ἐν τῷ Μένωνι λόγος, ὅτι ἡ μάθησις ἀνάμνησις. Οὐδαμοῦ γὰρ συμβαίνει προεπίστασθαι τὸ καθ᾿ ἕκαστον, ἀλλ᾿ ἅμα τῇ ἐπαγωγῇ λαμβάνειν τὴν τῶν κατὰ μέρος ἐπιστήμην ὥσπερ ἀναγνωρίζοντας. Ἔνια γὰρ εὐθὺς ἴσμεν, οἷον ὅτι δύο ὀρθαῖς, ἐὰν εἰδῶμεν ὅτι τρίγωνον. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Τῇ μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέρει, τῇ δ᾿ οἰκείᾳ οὐκ ἴσμεν, ὥστ᾿ ἐνδέχεται καὶ ἀπατᾶσθαι περὶ αὐτά, πλὴν οὐκ ἐναντίως, ἀλλ᾿ ἔχειν μὲν τὴν καθόλου, ἀπατᾶσθαι δὲ τῇ κατὰ μέρος. Ὁμοίως οὖν καὶ ἐπὶ τῶν προειρημένων· οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον ἀπάτη τῇ κατὰ τὸν συλλογισμὸν ἐπιστήμῃ, οὐδ᾿ ἡ καθ᾿ ἑκάτερον τῶν μέσων ὑπόληψις. Οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ Α ὅλῳ τῷ Β ὑπάρχει καὶ πάλιν τοῦτο τῷ Γ, οἰηθῆναι μὴ ὑπάρχειν τὸ Α τῷ Γ, οἷον ὅτι πᾶσα ἡμίονος ἄτοκος καὶ αὕτη ἡμίονος οἴεσθαι κύειν ταύτην· οὐ γὰρ ἐπίσταται ὅτι τὸ Α τῷ Γ, μὴ συνθεωρῶν τὸ καθ᾿ ἑκάτερον. Ὥστε δῆλον ὅτι καὶ εἰ τὸ μὲν οἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται· ὅπερ ἔχουσιν αἱ καθόλου πρὸς τὰς κατὰ μέρος ἐπιστήμας. Οὐδὲν γὰρ τῶν αἰσθητῶν ἔξω τῆς αἰσθήσεως γενόμενον ἴσμεν, οὐδ᾿ ἂν ᾐσθημένοι τυγχάνωμεν, εἰ μὴ ὡς τῷ καθόλου καὶ τῷ ἔχειν τὴν οἰκείαν ἐπιστήμην, ἀλλ᾿ οὐχ ὡς τῷ ἐνεργεῖν. Τὸ γὰρ ἐπίστασθαι λέγεται τριχῶς, ἢ ὡς τῇ καθόλου ἢ ὡς τῇ οἰκείᾳ ἢ ὡς τῷ ἐνεργεῖν, ὥστε καὶ τὸ ἠπατῆσθαι τοσαυταχῶς. Οὐδὲν οὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι περὶ ταὐτό, πλὴν οὐκ ἐναντίως. Ὅπερ συμβαίνει καὶ τῷ καθ᾿ ἑκατέραν εἰδότι τὴν πρότασιν καὶ μὴ ἐπεσκεμμένῳ πρότερον. Ὑπολαμβάνων γὰρ κύειν τὴν ἡμίονον οὐκ ἔχει τὴν κατὰ τὸ ἐνεργεῖν ἐπιστήμην, οὐδ᾿ αὖ διὰ τὴν ὑπόληψιν ἐναντίαν ἀπάτην τῇ ἐπιστήμῃ· συλλογισμὸς γὰρ ἡ ἐναντία ἀπάτη τῇ καθόλου.

Ὁ δ᾿ ὑπολαμβάνων τὸ ἀγαθῷ εἶναι κακῷ εἶναι, τὸ αὐτὸ ὑπολήψεται ἀγαθῷ εἶναι καὶ κακῷ. Ἔστω γὰρ τὸ μὲν ἀγαθῷ εἶναι ἐφ᾿ οὗ Α, τὸ δὲ κακῷ εἶναι ἐφ᾿ οὗ Β, πάλιν δὲ τὸ ἀγαθῷ εἶναι ἐφ᾿ οὗ Γ. Ἐπεὶ οὖν ταὐτὸν ὑπολαμβάνει τὸ Β καὶ τὸ Γ, καὶ εἶναι τὸ Γ τὸ Β ὑπολήψεται, καὶ πάλιν τὸ Β τὸ Α εἶναι ὡσαύτως, ὥστε καὶ τὸ Γ τὸ Α. Ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθ᾿ οὗ τὸ Γ, τὸ Β, καὶ καθ᾿ οὗ τὸ Β, τὸ Α, καὶ κατὰ τοῦ Γ τὸ Α ἀληθὲς ἦν, οὕτω καὶ ἐπὶ τοῦ ὑπολαμβάνειν. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι· ταὐτοῦ γὰρ ὄντος τοῦ Γ καὶ Β, καὶ πάλιν τοῦ Β καὶ Α, καὶ τὸ Γ τῷ Α ταὐτὸν ἦν. Ὥστε καὶ ἐπὶ τοῦ δοξάζειν ὁμοίως. Ἆρ᾿ οὖν τοῦτο μὲν ἀναγκαῖον, εἴ τις δώσει τὸ πρῶτον; ἀλλ᾿ ἴσως ἐκεῖνο ψεῦδος, τὸ ὑπολαβεῖν τινὰ κακῷ εἶναι τὸ ἀγαθῷ εἶναι, εἰ μὴ κατὰ συμβεβηκός· πολλαχῶς γὰρ ἐγχωρεῖ τοῦθ᾿ ὑπολαμβάνειν. Ἐπισκεπτέον δὲ τοῦτο βέλτιον.

〈الخطأ〉

وكما قد تعرض الخدعة فى وضع الحدود، كذلك أيضا يعرض فى الظن، مثل أن يكون شىء واحد فى شيئين بلا توسط، وأن يتوهم أن الشىء الواحد غير موجود فى شىء من أحدهما، وأن يعلم أنه موجود فى كل الآخر، مثل أن ا موجود فى ٮ و حـ بلا توسط، وٮ و حـ موجودتان فى د بلا توسط. فإن علم أحد أن ا موجودة فى كل ٮ، و ٮ فى كل د، وتوهم أن ا غير موجودة فى شىء من حـ، وحـ فى كل د، فإنه يعلم ويجهل الشىء الواحد معا. وأيضا قد يختدع أحد فى الأشياء التى يوجد بعضها فى بعض مثل أنه إن كانت ا موجودة فى ٮ، وٮ فى حـ، و حـ فى د؛ ثم توهم أحد أن ا موجودة فى كل ٮ، وأيضا أن ا غير موجودة فى شىء من حـ، فإنه يعلم الشىء الواحد بعينه ويجهله، لأنه ليس يقضى مما قيل على أكثر من أن الذى نعلمه، لأنه يعلم من جهة أن ا موجودة فى حـ، كنحو ما نعلم الجزئى بالعلم الكلى. فهو بين أنـ〈ـه〉 كيفما علم ذلك فهو بالجملة يجب ألا يعلم ما قد علمه، وذلك محال. وأما على نحو ما قيل أولا إن لم تقل الحدود الوسطى بعضها على بعض، وكانت الخدعة فى مقدمة القياس الكبرى، فإنه لا يمكن أن يكون فى الكبرى من القياس الآخر. ومثال ذلك أن ا فى كل ٮ وليست فى شىء من حـ، وكلا ٮ حـ فى كل د. فيعرض أن تكون مقدمتا القياسين الكبريان إما متضادتين مرسلا، وإما من جهة، لأنه إن ظن أحد أن ا موجودة فى كل ما توجد فيه ٮ، وعلم أن ٮ فى د، فإنه يعلم أن ا د. وأيضا إن توهم أن ا غير موجودة فى شىء مما توجد فيه حـ، فإنه يتوهم أن بعض ما توجد فيه ٮ ليس توجد فيه ا، فقد توهم أن ا موجودة فى كل ما فيه ٮ، وأيضا أن ا ليست فى بعض ما فيه ٮ. وهذان القولان إما أن يكونا متضادين مرسلا، وإما من جهة.

فعلى هذا النحو ليس يمكن أن تكون الخدعة فى كلتا مقدمتى القياسين الكبريين. وأما فى الواحدة منهما فقد يمكن. وأما فى قياس واحد فقد تكون الخدعة فى كلتا المقدمتين. ومثال ذلك أن تكون ا فى كل ٮ، وٮ فى كل حـ، وأيضا أن ا غير موجودة فى شىء من حـ، لأن هذه الخدعة شبيهة بالخدعة فى الجزئيات، مثل أنه إن كانت ا موجودة فى كل ٮ، وٮ فى كل حـ، فإن ا تكون موجودة فى كل حـ. فإن علم أحد أن ا موجودة فى كل ما يوجد فيه ٮ، فإنه يعلم أن ا موجودة فى حـ، ولكن بشىء يمنع أن يجهل وجود حـ، مثل أنه إن كانت ا زاويتين قائمتين، و ٮ مثلث، و حـ مثلث محسوس، فإنه قد يتوهم أحد أن حـ غير موجودة وهو عالم بأن كل مثلث فزواياه مساوية لزاويتين قائمتين. فإذن شىء واحد يعلم ويجهل معا، لأن المعرفة بأن كل مثلث فزواياه قائمتان ليست مبسوطة، ولكن منها عامية ومنها خاصية. فعلى هذا النحو يكون أن نعرف حـ بمعرفة عامية، وأما بمعرفة خاصية فلا نعرفها. فإذن لم يجمع الأضداد من عرف الشىء وجهله هكذا. وكذلك القول الذى فى «مانون» أن التعلم تذكر، لأنه ليس يعرض بجهة من الجهات أن تتقدم المعرفة الجزئيات، ولكن نعرفها بالحس، فإنا عالمون بها قبل ذلك. لأنا إذا علمنا أن هذا الشىء مثلث، فقد علمنا أن زواياه مساوية لزاويتين قائمتين. وكذلك يعرض فى سائر الأشياء. فهو بين أن بالعلم العامى تعرف الجزئيات، وأما بالعلم الجزئى فلا نعرفها، فإذن قد يمكن أن نختدع فيها. غير أنه ليس بالتضاد، ولكن يكون لنا العلم العام ونحن مختدعون فى المعرفة الجزئية. وكذلك القول فى الأشياء التى قيلت أولاً، لأن الخدعة التى فى الحد الأوسط ليست مضادة للعلم القياسى، ولا الخدعة التى فى كلا الحدين مضادة أيضا للعلم القياسى. فلا شىء يمنع أن نعلم أن ا فى كل ٮ، وأن ٮ فى كل حـ ثم نظن أن ا غير موجودة فى حـ — مثل أن كل بغلة عاقر، وأن هذه بغلة، وأنها تنتج، لأنه لا نعلم أن ا موجودة فى حـ. وذلك يعرض إذا لم يستعمل الظن فى الأمرين جميعا معا. فإذن هو بين أنه إن علم أحدهما ولم يعلم الآخر فإنه يختدع، كالذى يعرض فى العلم الكلى والجزئى، لأنه ليس شىء من المحسوسات، إذا كان خارجا من الحس، يعرف. ولا أيضا إذا حسسناه وعرفناه معرفة عامية وخاصية، فإنا لا محالة نعرفه معرفة بالفعل، لأن المعرفة تقال على ثلاثة ضروب: إما عامية، وإما خاصية، وإما معرفة بالفعل. فإذن والخدعة أيضا على ثلاثة أضرب. فلا شىء يمنع إذن أن يجهل الشىء الواحد بعينه ويعلم، لا بالتضاد، كالذى يعرض لمن عرف المقدمة على كلتا الجهتين: أعنى المعرفة العامية والخاصية، لأنه إذا توهم أن البغلة تنتج، فإن المعرفة التى بالفعل ليست له، وليس كذلك من قبل ظنه المضاد لعلمه، لأن الخدعة التى تضاد الخدعة العامية بقياس تكون — والذى يتوهم أن الخير والشر شىء واحد، فإنه يتوهم أن الخير هو شر، وبيان ذلك أن تكون ا خيرا و ٮ شرا، وأيضا حـ خير — فلأنه يظن أن ٮ و حـ شىء واحد يتوهم أن حـ هو ٮ، وأيضا أن ٮ هو ا؛ فإذن حـ هو ا. وكما أنه لو كانت ٮ تقال على حـ بالحقيقة، وأيضا وكمثل ذلك ا على ٮ، فإنه بالحقيقة كانت تقال ا على حـ. كذلك يعرض وفى الظن، وأيضا فى أن أشياء ما هى شىء واحد، لأنه إن كانت حـ و ٮ شيئاً أحدا وٮ وا شيئا أحدا، فإن حـ و ا شىء أحد. فإذن وفى الظن هكذا يعرض. فالنتيجة تكون اضطرارية إن وضعت المقدمة الكبرى، ولكن تلك كذب. وذلك أن يتوهم أحد أن الخير شر لا بالعرض. وذلك يمكن أن يتوهم على ضروب كثيرة. وليستقص ما قلناه بأفضل مما مثلناه.