31. Τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βηχώδεες,
στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι,
ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι,
κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἐμβλυωπίαι, γλαυκώσιες,
βαρυηκοΐαι.