65. Ὁκόσοισιν οἰδήματα ἐφ᾿ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται,
οὐδὲ μαίνονται· τουτέων δὲ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν
ὄπισθεν σπασμοὶ, τέτανοι, τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ
ὀξεῖαι, ἢ ἐμπύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ μᾶλλον ᾖ τὰ
οἰδήματα.