85. Ἱδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι,
σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ
καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί· ἀνάγκη
γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς,
καὶ ἐκθλίψιος πολυχρονίου.