Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Aphorismi (Aphorisms)

74. Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ῥύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι· ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχὺ λύεται.