Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Τὰ δὲ τῶν ὀργανικῶν μορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλμα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα μὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλμάτων, ἄλλα δὲ τῶν παρὰ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν. ἐν μὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλματα. καὶ γὰρ καὶ τὸ σχῆμα τοῦ μορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, στόμιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συμμετρίας, ἐπ’ ὀλίγον μὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωμάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθμῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁμοιομερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡμῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν μερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη μὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶμα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα μὲν οὖν ἡμάρτηται μόρια κατὰ τὸ σχῆμα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ μὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ μὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡμάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται μὲν ἔτι αὐξανόμενα, τελειωθέντα δὲ οὐ δύναται. μικρὰς μὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, μεγάλας δὲ ἐνέργειά τε τῶν μερῶν καὶ κατάληψις ἐργάζεται πνεύματος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόμια. καὶ μὲν δὴ καὶ ὅσα μείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. μείζω δ’ ἀποτελεῖται τὰ μόρια κινήσει τῇ κατὰ φύσιν ἅμα τρίψει συμμέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷμα. τῶν δὲ λειπόντων μορίων, ὅσα μὲν ἐξ αἵματος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρματος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅμως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ μὲν φύσις ἐστὶ δημιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθμὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, μετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡμαρτημένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁμαρτήματα δύναται συστῆναι περὶ μόριον ἕν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα μικράν τε ἅμα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγματος ἐπικειμένην ἔχοντος. ἡμάρτητο γὰρ ἐν αὐτῇ μέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς μὲν τὸ κατὰ φύσιν ἄγειν ἀμήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιμα καὶ μὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡμέρας. ἄλλῳ δὲ, ἐμφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινομένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα.