Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶμα, μὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγμένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωμάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ μὲν οὖν τῇ κράσει τῶν ὁμοιομερῶν παραλλάττον, ἐν μέντοι τῇ συμμετρίᾳ τῶν ὀργανικῶν μορίων μὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν μὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ μὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώματος ἅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ μὲν γὰρ θερμότερα σώματα θερμοτέρων δεῖται διαιτημάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ μὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερμότερά τε καὶ ξηρότερα τῶν θερμοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συμφύτους αὐτῶν δυνάμεις ἐπιστάμενος· οἷον ὅτι κίνησις μὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶμα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερμαινόντων καὶ ψυχόντων ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶμα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάμεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁμοίας τοῖς ὁμοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώματος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον μὲν τοῖς προειρημένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ μέσων·, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρμόττειν ἐλέγομεν. τὴν γὰρ θερμοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερμὰ καὶ ξηρὰ διαιτήματα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερμοτέρα καὶ ξηροτέρα. τὸ μὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συμφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρημένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν μέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι μὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ μετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνομάζομεν; ἔπρεπε γὰρ αὐτὸ μᾶλλον ἴσως ἀλλοιωτικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συμφύτων ἁμαρτημάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα μὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαμεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν μὲν οὖν ὁμοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώματος μέρεσιν ὁμοία καὶ ἡ ἐπιμέλεια· τῶν δ’ οὐχ ὁμοίων οὐχ ὁμοία. δύναται γὰρ ἡ μὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερμοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συμμέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτημάτων. οὔτ’ οὖν ἐξ ἴσου γυμνάσομεν ἅπαντα τῶν τοιούτων τὰ μόρια τοῦ σώματος, οὔθ’ ὡσαύτως ὑγρανοῦμεν καὶ ξηρανοῦμεν, ἤ τι τῶν ἄλλων πράξομεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.