Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Λυθείσης δὲ τῆς συνεχείας, ὁ μὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ μὲν τῶν ὀργανικῶν μορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁμοιομερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύμφυσιν ὀνομάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν μεῖζον γένηται τὸ τραῦμα, προσαγωγὴ τῶν διεστώτων μορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γένηται μόνιμος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιμοι. κολλᾷ μὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡμέτερον δ’ ἔργον ἕν πρῶτον μὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς μηδὲν ἐμπέσῃ τῶν χειλῶν μεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ μέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ μὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν μὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ μηδὲν ἔξωθεν ἐμπίπτειν ἐάσομεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα μεταξὺ στᾶσα τῶν κολληθησομένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῥῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήματος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ μέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν μετρίως ξηραινόντων. αὕτη μὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει μορίῳ γεγενημένης αὐτῆς καθ’ ἑαυτὴν μόνης. εἰ δ’ ἑτέρῳ τινὶ μιχθείη νοσήματι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγμένων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦμεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.