Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Περὶ δὲ τῶν σημείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ μὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναμνηστικὰ, καὶ τὰ μηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ μηδὲν μᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι μὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ μὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη. καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁμοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σημεῖα προγνωστικὰ, κᾂν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία μεγάλη μὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναμνηστικῶν.