Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναμνησάντων ἡμῶν, ὡς ἕκαστον μέρος ἤτοι θερμότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαμὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερμοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερμοτάτου. τῆς μὲν οὖν θερμοτέρας ὡς πρὸς τὴν οἰκείαν συμμετρίαν καρδίας σημεῖα, τὰ μὲν ἀχώριστά τε καὶ οἰκεῖα, μέγεθος ἀναπνοῆς, καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολμία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερμότητος, ὀξυθυμία τε μανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν ἐπὶ θερμῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώματος τὰ γνωρίσματα. καὶ μέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κᾀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ μὲν τοῦ νωτιαίου μέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι μὲν οἱ σπόνδυλοι τὸ μέγεθος, ἡλίκος ὁ νωτιαῖος μυελὸς· ὥστε καὶ ἡ ῥάχις ὅλη. συμπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ μετάφρενον αὐτῆς μέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ μὲν μῆκος ἴσον τῷ μεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν μὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύμπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερμότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερμότητι διὸ καὶ ὅταν μὲν ἐπὶ σμικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, μέγιστον γίνεται γνώρισμα τῆς κατὰ τὴν καρδίαν θερμότητος· ὅταν δ’ ἐπὶ μεγάλῃ σμικρὸς, ἰδικώτατον καὶ τοῦτο σημεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σημείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόμενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγμοὶ μικρότεροι τῶν συμμέτρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκης. ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ μὲν τοσοῦτον μικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγμοῖς ἀνάλογον· εἰ δὲ μείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σμικροτέρα μόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολμοί εἰσι καὶ μελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σμικρότητος αὐτῆς διοριστέον, ὡς ἔμπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώματος θερμότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον μὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σημεῖα, σφυγμοὶ μαλακοὶ, καὶ ἦθος εὐκίνητον μὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.