Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

ΓΑΛΗΝΟΥ ΤΕΧΝΗ ΙΑΤΡΙΚΗ.

Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόμεναι. πρώτη μὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινομένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάμεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ μόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόμασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν μὲν οὖν ἔνιοι τῶν Ἡροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ Ἡρακλείδης ὁ Ἐρυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν, αὐτοί τε οἱ Ἡροφίλειοι, καὶ τινες τῶν Ἐρασιστρατείων τε, καὶ Ἀθηναῖος ὁ Ἀτταλεύς. οὐδεὶς μέντοι γε τῶν πρὸ ἡμῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχομένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ μέθοδον. ἀλλ’ ἐκείνην μὲν ἑτέρωθι διήλθομεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόμεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώματί τε καὶ μεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσομεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ μνήμην τῶν κατὰ μέρος. εὐμνημόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνομάζουσιν, ἀντιδιαιρούμενοι τοῖς ἐννοηματικοῖς προσαγορευομένοις. ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων οἶς ὁρίζονται πράγμασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ μέρος ἐξεργασία συμπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡμῖν ἑτέραις γέγραπται πραγματείαις, αἷς ἔξεστι χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς μόνα τὰ κεφάλαια καὶ οἶον συμπεράσματα τῶν κατὰ διέξοδον ἀποδεδειγμένων εἰρήσεται νῦν.