Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Ὅσα δὲ τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται μὲν δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερμότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ μελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ἄτριχον, τὸ πιμελῶδες, τὸ ψυχρὸν ἁπτομένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅμα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἔστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους μολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ᾽ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ μὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ μαλακωτέρα.