Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Ὅσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώματα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς μὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ μεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν μεγέθει, καὶ χροιᾷ, καὶ σχήματι, καὶ ἀριθμῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ μαλακότητα, καὶ θερμότητα, καὶ ψυχρότητα διαφορᾷ· μὴ φαινόμενα δὲ, καθόλου μὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινομένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ μέρος δὲ, τὰς μὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινομένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλμῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγμῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυμίας τε καὶ ἀθυμίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώματι διαφορῶν, ἀλγημάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυμῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωμάτων ἔκκρισιν ὑπαλλαττομένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήμασιν, οὐ τοῖς ἐγχωρίοις μόνον, ἀλλὰ καὶ κατὰ συμπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωμάτων ἔκκρισιν ἁμαρτανομένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐμέτοις, αὐταῖς τῶν ἐμουμένων ταῖς ἰδέαις. καὶ μέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττομένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήματα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόμενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων μορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινομένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους μὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγμοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήμασιν ἐξεταστέον. ἄλγημα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ άλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται μὲν οὖν ἡ συνέχεια τομῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πλημμελῶς, ἢ μηδ’ ὅλως γιγνομένη. ὅσα δ’ ἐκκρίνεται, τὰ μὲν ὡς μόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώματα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόμενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ, μηδενὸς αὐτὴν ὑπὸ μέθοδον τῶν ἔμπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεμίαν ὧν ὑπήρξαντο μὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν μὲν δὴ νοσούντων σωμάτων ἐξ ἐκείνης τῆς πραγματείας μανθάνειν χρὴ τὰ γνωρίσματα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησομένων ἐκ τῆσδε τῆς μεθόδου.