Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Ὅσα δὲ ἐν τοῖς ἤδη νοσοῦσι γίνεται σημεῖα, τὰ μὲν ὑγείαν δηλοῦντα, τὰ δὲ θάνατον, ὑγιεινὰ μὲν τὰ πρότερα, τὰ δὲ ἕτερα τῷ γένει μὲν νοσερὰ, κατ’ εἶδος δὲ ὀλέθρια λέγεται. λαμβάνεται δὲ, καθόλου μὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ μέρος δὲ ἐκ τῶν κατὰ μέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον μὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν μὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχομένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ μὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συμβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτὲ πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωμάτων διὰ παντός. ἐκ τούτων μὲν λόγῳ συμπαθείας, ἐκ δὲ τῶν περιττωμάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σημεῖα. ὥστε οὐκ ἐνδέχεται μὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ μὲν οὖν σημεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουμένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι μάχαις. τὰ μὲν δὴ τῆς ἐναργοῦς πέψεως σημεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὕτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύμενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν μὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ μελαινόμενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συμπτώματα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συμπτωμάτων αἰτίοις. ἐκ τούτων οὖν χρή τὴν κατὰ μέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ μὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σημείων λόγον, μεταβήσομαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων.