Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη μὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήματος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ μὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει λελεγμένοι δ’ εἰσὶν ὀλίγον ἔμπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ μὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὗν ἀναπληρωθῇ μὲν τὸ κοῖλον, ὁμαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συμβαίνει. μέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταμένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι μὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξομεν, ὃ περιποιῆσαι τῷ μέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρματι. τοῦτ’ οὖν ἡμῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅμοιόν τι δέρματι. τὴν γοῦν σάρκα δερματώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινομένη τε ἅμα καὶ τυλουμένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρμάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾀν ῥύπος ἐπιτραφῇ, σκοπὸς μὲν ἀποῤῥύψαι· φάρμακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρμάκων ἡ ὕλη. καὶ μὲν δὴ καὶ εἰ φλεγμονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδημα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρημένων μεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωμένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήματα. καὶ περὶ μὲν τούτων ἅλις.