Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθμὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς μὲν ἐλλιπές τι μόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔμπροσθεν, εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σμίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρμάκου καυστικοῦ. ταυτὶ μὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρματος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ μὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινομένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ. πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον μεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς μᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ μόριον ἀπολλύμενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁμοίαν ἐργάσασθαι δυνάμεθα, τρίτος ἡμῖν σκοπὸς ἐξευρεῖν τινα κόσμον, ὡς ἐπὶ κολοβωμάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται μόνον. ἐφ’ οὗ πρῶτος μὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ μετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυμάτων. ὅσα δ’ οὐχ ὅλοις μορίοις, ἀλλ’ ἐν μέρεσι μορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις μὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρμάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλμένων σωμάτων, οἷον ἐξαρθρήματα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ μὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ μὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἂν τις μεθόδων τὰ κατὰ μέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγματείας δεδήλωται.