Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος εἴρηται τὰ γνωρίσματα. τῶν δ’ ἀπολειπομένων αὐτῆς ἰσάριθμα μὲν τὰ γένη, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τέμνεσθαι δυναμένων. ἀφωρισμένων δὲ εἰς τρία μέρη, τὰ σημεῖα τοῦ νοσώδους σώματος ἁπλῶς ἐροῦμεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος μὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελομένων ἡμῶν πρότερον τὰ μόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ μὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συμφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάμεις. ἔνια δὲ συμφύτους τε ἅμα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ μὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα μὲν καὶ νωτιαῖος μυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερματικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσμος, ὑμὴν, ἀδὴν, πιμελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα μόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις μόνη. αὗται μὲν οὖν αἱ τῶν μορίων διαφοραί.