Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Ars Poetica (Poetics)

Ἔτι δὲ τὰ εἴδη ταὐτὰ δεῖ ἔχειν τὴν ἐποποιίαν τῇ τραγῳδίᾳ· ἢ γὰρ ἁπλῆν ἢ πεπλεγμένην ἢ ἠθικὴν ἢ παθητικὴν δεῖ εἶναι. Καὶ τὰ μέρη ἔξω μελοποιίας καὶ ὄψεως ταὐτά· καὶ γὰρ περιπετειῶν δεῖ καὶ ἀναγνωρίσεων καὶ παθημάτων. Ἔτι τὰς διανοίας καὶ τὴν λέξιν ἔχειν καλῶς. Οἷς ἅπασιν Ὅμηρος κέχρηται καὶ πρῶτος καὶ ἱκανῶς. Καὶ γὰρ καὶ τῶν ποιημάτων ἑκάτερον συνέστηκεν ἡ μὲν Ἰλιὰς ἁπλοῦν καὶ παθητικόν, ἡ δὲ Ὀδύσσεια πεπλεγμένον· ἀναγνώρισις γὰρ διόλου καὶ ἠθική. Πρὸς δὲ τούτοις λέξει καὶ διανοίᾳ πάντας ὑπερβέβληκεν. Διαφέρει δὲ κατά τε τῆς συστάσεως τὸ μῆκος ἡ ἐποποιία καὶ τὸ μέτρον. Τοῦ μὲν οὖν μήκους ὅρος ἱκανὸς ὁ εἰρημένος· δύνασθαι γὰρ δεῖ συνορᾶσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος. Εἴη δ᾿ ἂν τοῦτο, εἰ τῶν μὲν ἀρχαίων ἐλάττους αἱ συστάσεις εἶεν, πρὸς δὲ τὸ πλῆθος τῶν τραγῳδιῶν τῶν εἰς μίαν ἀκρόασιν τιθεμένων παρήκοιεν. Ἔχει δὲ πρὸς τὸ ἐπεκτείνεσθαι τὸ μέγεθος πολύ τι ἡ ἐποποιία ἴδιον διὰ τὸ ἐν μὲν τῇ τραγῳδίᾳ μὴ ἐνδέχεσθαι ἅμα πραττόμενα πολλὰ μέρη μιμεῖσθαι, ἀλλὰ τὸ ἐπὶ τῆς σκηνῆς καὶ τῶν ὑποκριτῶν μέρος μόνον· ἐν δὲ τῇ ἐποποιίᾳ, διὰ τὸ διήγησιν εἶναι, ἔστι πολλὰ μέρη ἅμα ποιεῖν περαινόμενα, ὑφ᾿ ὧν οἰκείων ὄντων αὔξεται ὁ τοῦ ποιήματος ὄγκος. Ὥστε τοῦτ᾿ ἔχει τὸ ἀγαθὸν εἰς μεγαλοπρέπειαν καὶ τὸ μεταβάλλειν τὸν ἀκούοντα καὶ ἐπεισοδιοῦν ἀνομοίοις ἐπεισοδίοις· τὸ γὰρ ὅμοιον ταχὺ πληροῦν ἐκπίπτειν ποιεῖ τὰς τραγῳδίας. Τὸ δὲ μέτρον τὸ ἡρωϊκὸν ἀπὸ τῆς πείρας ἥρμοκεν. Εἰ γάρ τις ἐν ἄλλῳ τινὶ μέτρῳ διηγηματικὴν μίμησιν ποιοῖτο ἢ ἐν πολλοῖς, ἀπρεπὲς ἂν φαίνοιτο· τὸ γὰρ ἡρωϊκὸν στασιμώτατον καὶ ὀγκωδέστατον τῶν μέτρων ἐστίν, διὸ καὶ γλώττας καὶ μεταφορὰς δέχεται μάλιστα· περιττὴ γὰρ καὶ ἡ διηγηματικὴ μίμησις τῶν ἄλλων. Τὸ δὲ ἰαμβικὸν καὶ τετράμετρον κινητικά, τὸ μὲν ὀρχηστικόν, τὸ δὲ πρακτικόν. Ἔτι δὲ ἀτοπώτερον εἰ μιγνύοι τις αὐτά, ὥσπερ Χαιρήμων. Διὸ οὐδεὶς μακρὰν σύστασιν ἐν ἄλλῳ πεποίηκεν ἢ τῷ ἡρῴῳ, ἀλλ᾿ ὥσπερ εἴπομεν, αὐτὴ ἡ φύσις διδάσκει τὸ ἁρμόττον αὐτῇ διαιρεῖσθαι. Ὅμηρος δὲ ἄλλα τε πολλὰ ἄξιος ἐπαινεῖσθαι, καὶ δὴ καὶ ὅτι μόνος τῶν ποιητῶν οὐκ ἀγνοεῖ ὃ δεῖ ποιεῖν αὐτόν. Αὐτὸν γὰρ δεῖ τὸν ποιητὴν ἐλάχιστα λέγειν· οὐ γάρ ἐστι κατὰ ταῦτα μιμητής. Οἱ μὲν οὖν ἄλλοι αὐτοὶ μὲν δι᾿ ὅλου ἀγωνίζονται, μιμοῦνται δὲ ὀλίγα καὶ ὀλιγάκις· ὁ δὲ ὀλίγα φροιμιασάμενος εὐθὺς εἰσάγει ἄνδρα ἢ γυναῖκα ἢ ἄλλο τι ἦθος, καὶ οὐδὲν ἄηθες, ἀλλ᾿ ἔχοντα ἤθη. Δεῖ μὲν οὖν ἐν ταῖς τραγῳδίαις ποιεῖν τὸ θαυμαστόν, μᾶλλον δ᾿ ἐνδέχεται ἐν τῇ ἐποποιίᾳ τὸ ἄλογον. Διὸ συμβαίνει μάλιστα τὸ θαυμαστόν, διὰ τὸ μὴ ὁρᾶν εἰς τὸν πράττοντα, ἐπεὶ τὰ περὶ τὴν Ἕκτορος δίωξιν ἐπὶ σκηνῆς ὄντα γελοῖα ἂν φανείη, οἱ μὲν ἑστῶτες καὶ οὐ διώκοντες, ὁ δὲ ἀνανεύων· ἐν δὲ τοῖς ἔπεσι λανθάνει. Τὸ δὲ θαυμαστὸν ἡδύ· σημεῖον δέ, πάντες γὰρ προστιθέντες ἀπαγγέλλουσιν ὡς χαριζόμενοι. Δεδίδαχε δὲ μάλιστα Ὅμηρος καὶ τοὺς ἄλλους ψευδῆ λέγειν ὡς δεῖ. Ἔστι δὲ τοῦτο παραλογισμός. Οἴονται γὰρ ἄνθρωποι, ὅταν τουδὶ ὄντος τοδὶ ᾖ ἢ γινομένου γίνηται, εἰ τὸ ὕστερόν ἐστι, καὶ τὸ πρότερον εἶναι ἢ γίνεσθαι· τοῦτο δ᾿ ἐστὶ ψεῦδος. Διὸ δή, ἂν τὸ πρῶτον ψεῦδος, ἄλλου δὲ τούτου ὄντος, ἀνάγκη εἶναι ἢ γενέσθαι ἢ προσθεῖναι· διὰ γὰρ τὸ τοῦτο εἰδέναι ἀληθὲς ὄν, παραλογίζεται ἡμῶν ἡ ψυχὴ καὶ τὸ πρῶτον ὡς ὄν. Παράδειγμα δὲ τούτου ἐκ τῶν Νίπτρων. Προαιρεῖσθαί τε δεῖ ἀδύνατα εἰκότα μᾶλλον ἢ δυνατὰ ἀπίθανα· τούς τε λόγους μὴ συνίστασθαι ἐκ μερῶν ἀλόγων, ἀλλὰ μάλιστα μὲν μηδὲν ἔχειν ἄλογον, εἰ δὲ μή, ἔξω τοῦ μυθεύματος, ὥσπερ Οἰδίπους τὸ μὴ εἰδέναι πῶς ὁ Λάϊος ἀπέθανεν, ἀλλὰ μὴ ἐν τῷ δράματι, ὥσπερ ἐν Ἠλέκτρᾳ οἱ τὰ Πύθια ἀπαγγέλλοντες, ἢ ἐν Μυσοῖς ὁ ἄφωνος ἐκ Τεγέας εἰς τὴν Μυσίαν ἥκων. Ὥστε τὸ λέγειν ὅτι ἀνῄρητο ἂν ὁ μῦθος γελοῖον· ἐξ ἀρχῆς γὰρ οὐ δεῖ συνίστασθαι τοιούτους· ἂν δὲ θῇ, καὶ φαίνηται εὐλογώτερον, ἀποδέχεσθαι καὶ ἄτοπον, ἐπεὶ καὶ τὰ ἐν Ὀδυσσείᾳ ἄλογα τὰ περὶ τὴν ἔκθεσιν, ὡς οὐκ ἂν ἦν ἀνεκτά, δῆλον ἂν γένοιτο, εἰ αὐτὰ φαῦλος ποιητὴς ποιήσειεν· νῦν δὲ τοῖς ἄλλοις ἀγαθοῖς ὁ ποιητὴς ἀφανίζει ἡδύνων τὸ ἄτοπον. Τῇ δὲ λέξει δεῖ διαπονεῖν ἐν τοῖς ἀργοῖς μέρεσι καὶ μήτε ἠθικοῖς μήτε διανοητικοῖς· ἀποκρύπτει γὰρ πάλιν ἡ λίαν λαμπρὰ λέξις τά τε ἤθη καὶ τὰς διανοίας.

وأيضاً هذه الآلهة صنعت إلا فى المديح دائماً. وإما بسيطة وإما (١٤٥أ) مركبة وإما انفعالية، بالأجزاء. وهذه هى خارجة عن نغمة الصوت والبصر. وذلك (٢) أنه قد تدعو الحاجة إلى الفراس والعناية والانفعالات، من حيث يكون [لا[ للآراء والمقولات (٣) قوام: وبالجملة هذه التى كان يستعملها أوميروس أول السمر أو على الكفاية — وذلك (٤) أن شعر كلتيهما هو مركب: وأما إيليادا فبسيطة وانفعالية، وأما القصيدة فمركبة، (٥) وهى التى تدل بالكلية على العادات، ومع هذه هى دالة باللفظ والذهن على كل فعل.

(٦) وصنعة الأسمار والوزن مختلفة فى طول قوامها؛ والحد الكافى للطول هو ذلك الحد الذى قيل: (٧) وهو الذى فيه الإمكان فى الابتداء والآخر، وهذا هو الذى جميع تراكيب القدماء (٨) تقتصر وتنقص. وأما نحو المديحات التى لها مؤانسة واحدة يؤتى بها أكثر. ولها (٩) أيضاً — أعنى صنعة إفى المنسوبة إلى إيلين — [و] أن تمتد فى طولها كثير؛ من قبل أنه فى المديح (١٠) لا يمكن أن يكون، عندما كانت تقتص ويتحدث بها، أن تتشبه بأجزاء كثيرة، لكن (١١) بذلك الجزء الذى من المسكن والجزء المأخوذ من المرائين؛ وأما فى صناعة إفى فيمكن ذلك، (١٢) من قبل أن المعنى للشعر فيهما هو اقتصاص عظيم، حتى أنه يوجد لها فى عظم البهاء والأخلق (١٣) هذا الخير: وهو أنها تغير السامع وتدخل علل اللاشبيه، من قبل أن الشبيه يستتم سريعاً (١٤) ويصير بالمديحات إلى أن تقع.

أما وزن النشيدات فإنما وقعت من التجربة، (١٥) وذلك أن الإنسان إن هو أتى بغيره اقتصاص ما والتشبيه الذى بالكثير فإنه يرى (١٦) غير لائق ولا خليق، من قبل أن وزن النشيد هو اكثر ارتكازاً وأكثر له قراراً من جميع (١٧) الأوزان، ولذلك قد يقبل أيضاً الألسن والتأديات والانتقالات وجميع الزيادات (١٨) جداً جداً، من قبل أن الشبيه الداخل فى باب الحديث والقصص هو آخر ولا سيما. وأما الشعر (١٩) المعروف بأيانبو فهو ذو أربعة أوزان: 〈وهى〉 من الحركات اثنتان: الراقصة والعميلة. وأيضاً (٢٠) من القبيح إن لم يعرف، بمنزلة خاريمون، من قبل ليس يوجد إنسان صنع قوام طويل فى وزن آخر (٢١) غير الوزن الذى فى النشيد، لكن كما قلنا ... إن الطبيعة تفيدنا ما هو موافق له فى هذه (٢٢) التى هى بالاختيار.

وأما أوميروس فهو مستحق للمديح والتقريظ فى أشياء أخر تقريظاً (٢٣) كثيراً، إذ كان هو وحده فقط من بين جميع الشعراء ليس يذهب عليه ما ينبغى أن يفعل: (٢٤) وقد ينبغى للشاعر أن يكون ما يتكلم به يسيراً قليلاً، وذلك أنه ليس هو فى هذه مشبه (٢٤٥ب) محاكى — وأما الشعراء الأخر فمنهم من يجاهده جداً ويكون به تشبيه وحكاية (٢) فى أشياء يسيرة؛ وأما ذاك فمن حيث إنما عمل صدراً يسيراً فهو ... على إدخال رجل (٣) أو امرأه أو عادة فى حكايته من ساعته، من حيث لا يأتى 〈فى ذلك〉 بشىء لم يعتاد، لكن (٤) ما قد اعتيد.

وقد يجب أن يعمل فى المديحات ما هو عجيب، وهذا يمكن خاصةً فى صنعة (٥) إفى، وهى التى الأمر العجيب فيها يعرض فى تسقيمها، من قبل أنه لا ينظر نحو العامل. ومن بعد (٦) هذه يؤتى بها نحو هزيمة قطور، كما يؤتى فى المكسن الاستهزاءات والمضحكات، (٧) من حيث يرى أما بعضها وهو قائم وقف ولا يطلب ويتبع الموتى، وأما ذاك فمن حيث (٨) يخطر. وأما فى إفى فقد يخفى ولا يشعر به. وأما الأمر العجيب فهو ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ... ...