Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Ars Poetica (Poetics)

Τῆς δὲ λέξεως ἁπάσης τάδ᾿ ἐστὶ τὰ μέρη, στοιχεῖον, συλλαβή, σύνδεσμος, ὄνομα, ῥῆμα, ἄρθρον, πτῶσις, λόγος. Στοιχεῖον μὲν οὖν ἐστὶ φωνὴ ἀδιαίρετος, οὐ πᾶσα δέ, ἀλλ᾿ ἐξ ἧς πέφυκε συνετὴ γίνεσθαι φωνή· καὶ γὰρ τῶν θηρίων εἰσὶν ἀδιαίρετοι φωναί, ὦν οὐδεμίαν λέγω στοιχεῖον. Ταύτης δὲ μέρη τό τε φωνῆεν καὶ τὸ ἡμίφωνον καὶ ἄφωνον. Ἔστι δὲ φωνῆεν μὲν ἄνευ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, οἷον τὸ Α καὶ τὸ Ω, ἡμίφωνον δὲ τὸ μετὰ προσβολῆς ἔχον φωνὴν ἀκουστήν, οἷον τὸ Σ καὶ τὸ Ρ, ἄφωνον δὲ τὸ μετὰ προσβολῆς καθ᾿ αὑτὸ μὲν οὐδεμίαν ἔχον φωνήν, μετὰ δὲ τῶν ἐχόντων τινὰ φωνὴν γινόμενον ἀκουστόν, οἷον τὸ Γ καὶ τὸ Δ. Ταῦτα δὲ διαφέρει σχήμασί τε τοῦ στόματος καὶ τόποις καὶ δασύτητι καὶ ψιλότητι καὶ μήκει καὶ βραχύτητι, ἔτι δὲ ὀξύτητι καὶ βαρύτητι καὶ τῷ μέσῳ· περὶ ὦν καθ᾿ ἕκαστον ἐν τοῖς μετρικοῖς προσήκει θεωρεῖν. Συλλαβὴ δ᾿ ἐστὶ φωνὴ ἄσημος, συνθετὴ ἐξ ἀφώνου καὶ φωνὴν ἔχοντος· καὶ γὰρ τὸ ΓΡ ἄνευ τοῦ Α συλλαβή, καὶ μετὰ τοῦ Α, οἷον τὸ ΓΡΑ. Ἀλλὰ καὶ τούτων θεωρῆσαι τὰς διαφορὰς τῆς μετρικῆς ἐστίν. Σύνδεσμος δ᾿ ἐστὶ φωνὴ ἄσημος, ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικήν, ἐκ πλειόνων φωνῶν πεφυκυῖαν συντίθεσθαι, καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου, ἢν μὴ ἁρμόττῃ ἐν ἀρχῇ λόγου τιθέναι καθ᾿ αὑτόν, οἷον μέν, ἤτοι, δή. Ἢ φωνὴ ἄσημος ἐκ πλειόνων μὲν φωνῶν μιᾶς, σημαντικῶν δέ, ποιεῖν πεφυκυῖα μίαν σημαντικὴν φωνήν. Ἄρθρον δ᾿ ἐστὶ φωνὴ ἄσημος, ἣ λόγου ἀρχὴν ἢ τέλος ἢ διορισμὸν δηλοῖ, οἷον τὸ φημί καὶ τὸ περί καὶ τὰ ἄλλα. Ἢ φωνὴ ἄσημος, ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν, πεφυκυῖα τίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου. Ὄνομα δ᾿ ἐστὶ φωνὴ συνθετή, σημαντικὴ ἄνευ χρόνου, ἧς μέρος οὐδέν ἐστι καθ᾿ αὑτὸ σημαντικόν· ἐν γὰρ τοῖς διπλοῖς οὐ χρώμεθα, ὡς καὶ αὐτὸ καθ᾿ αὑτὸ σημαῖνον, οἷον ἐν τῷ Θεοδώρῳ τὸ δῶρον οὐ σημαίνει. Ῥῆμα δὲ φωνὴ συνθετή, σημαντικὴ μετὰ χρόνου, ἧς οὐδὲν μέρος σημαίνει καθ᾿ αὑτό, ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· τὸ μὲν γὰρ ἄνθρωπος ἢ λευκὸν οὐ σημαίνει τὸ πότε, τὸ δὲ βαδίζει ἢ βεβάδικε προσσημαίνει τὸ μὲν τὸν παρόντα χρόνον τὸ δὲ τὸν παρεληλυθότα. Πτῶσις δ᾿ ἐστὶν ὀνόματος ἢ ῥήματος ἡ μὲν τὸ κατὰ τούτου ἢ τούτῳ σημαίνουσα καὶ ὅσα τοιαῦτα, ἡ δὲ τὸ κατὰ τὸ ἑνὶ ἢ πολλοῖς, οἷον ἄνθρωποι ἢ ἄνθρωπος, ἡ δὲ κατὰ τὰ ὑποκριτικά, οἷον κατ᾿ ἐρώτησιν ἢ ἐπίταξιν· τὸ γὰρ ἐβάδισεν ἢ βάδιζε πτῶσις ῥήματος κατὰ ταῦτα τὰ εἴδη ἐστίν. Λόγος δὲ φωνὴ συνθετὴ σημαντική, ἧς ἔνια μέρη καθ᾿ αὑτὰ σημαίνει τι· οὐ γὰρ ἅπας λόγος ἐκ ῥημάτων καὶ ὀνομάτων σύγκειται, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός, ἀλλ᾿ ἐνδέχεται ἄνευ ῥημάτων εἶναι λόγον. Μέρος μέντοι ἀεί τι σημαῖνον ἕξει, οἷον ἐν τῷ βαδίζει Κλέων ὁ Κλέων. Εἷς δ᾿ ἐστὶ λόγος διχῶς· ἢ γὰρ ὁ ἓν σημαίνων, ἢ ὁ ἐκ πλειόνων συνδέσμων, οἷον ἡ Ἰλιὰς μὲν συνδέσμῳ εἷς, ὁ δὲ τοῦ ἀνθρώπου τῷ ἓν σημαίνειν.

٢٠ — هذه هى الأجزاء الداخلة فى العبارة بوجه عام: الخرف، والمقطع، والرباط، والاسم، والفعل، والتصريف، والكلام.

فالحرف صوت لا ينقسم، ولكن ليس كل صوت لا ينقسم بل ذلك الذى يمكن أن ينشأ منه صوت مركب. فإن للبهائم أصواتاً غير منقسمة ولكننا لا نسمى شيئاً منها حرفاً. وأجزاء الحروف هى الصائتة ونصف الصائتة والصامتة، فالحرف الصائت هو ما يحدث صوتاً مسموعاً بدون قرع الشفتين أو الأسنان، كالالف (Α) والواو (Ω). ونصف الصائت ما يحدث صوتاً مسموعاً مع القرع، كالسين (Σ) والراء (Ρ). والصامت ما لا يحدث بنفسه صوتاً مع القرع، ولكنه يحدث صوتاً مسموعاً إذا اقترن بحروف صائتة، كالجيم (Γ) والدال (Δ). وهذه الحروف تختلف باختلاف هيئات الفم، ومواضع النطق، والتفخيم والترقيق، والطول والقصر، والحدة والغلظ، والتوسط بين ذلك؛ والبحث فى كل نوع من هذه الأنواع هو من شأن أصحاب صناعة الأوزان.

والمقطع صوت غير دال، مركب من حرف صامت وحرف صائت، فإن الجيم والراء بدون ألف هما مقطع، ومع الألف هما مقطع كذلك — ΓΡΑ. ولكن البحث فى هذه الفروق أيضاً هو مما يخص صناعة الأوزان.

والرباط لفظ غير دال، لا يمنع ولا يسبب الصوت الواحد المركب من أصوات كثيرة، ويوضع فى الطرفين أو فى الوسط، أو صوت غير دال يمكن أن يركب من أصوات كثيرة — كل منها دال — صوتاً واحداً دالا. مثل ἀμφὶ و (περὶ ونحوهما. أو صوت غير دال يشير إلى ابتداء جملة أو انتهائها أو تفصيلها، ولا يصلح أن يستقل بنفسه فى أول الجملة، مثل μὲν و (ἤτοι و (δέ

والاسم صوت مركب، دال، لا يتضمن الزمان، وليس لجزء من أجزائه دلالة بمفرده. فإن الاسم المركب لا يستعمل جزء من أجزائه على أنه دال بمفرده، فالهبة مثلا غير معنية بكلمة δϖρος من Θεόδωρος (هبة الله).

والفعل صوت مركب، دال، يتضمن الزمان، ولا يدل جزء من أجزائه على انفراده كما فى الأسماء. ف«رجل» و«أبيض» لا يدلان على الزمان، أما «يمشى» و«مشى» فيتضمنان الدلالة على الزمان، فالأول يدل على الزمن الحاضر والآخر يدل على الزمن الماضى.

والتصريف للاسم والفعل يدل على علاقة «له» أو «إليه» ونحوهما، أو على المفرد والجمع، كالأناسى والإنسان، أو على السؤال أو الطلب، فقولك «هل مشى؟» أو «ليمش» هو تصريف الفعل وهذه هى أحواله.

والكلام هو صوت مركب دال، بعض أجزائه يدل على انفراده، إذ ليس كل كلام مركباً من أفعال وأسماء — كحد الإنسان مثلا، فقد يكون كلام بدون أفعال. على أنه لايخلو أبداً عن جزء دال، مثل «كليون» فى قولك «كليون يمشى». والكلام يكون واحداً على ضربين: إما بأن يدل على أمر واحد، وإما بأن يؤلف من أقوال كثيرة، فالإلياذة مثلا واحدة بالتأليف، وحدا لإنسان واحد بدلالته على أمر واحد.