Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Ars Poetica (Poetics)

Πότερον δὲ βελτίων ἡ ἐποποιικὴ μίμησις ἢ ἡ τραγική, διαπορήσειεν ἄν τις. Εἰ γὰρ ἡ ἦττον φορτικὴ βελτίων, τοιαύτη δ᾿ ἡ πρὸς βελτίους θεατάς ἐστι, δῆλον ὅτι ἡ ἅπαντα μιμουμένη φορτική. Ὡς γὰρ οὐκ αἰσθανομένων, ἂν μὴ αὐτὸς προσθῇ, πολλὴν κίνησιν κινοῦνται, οἷον οἱ φαῦλοι αὐληταὶ κυλιόμενοι, ἂν δίσκον δέῃ μιμεῖσθαι, καὶ ἕλκοντες τὸν κορυφαῖον, ἂν Σκύλλαν αὐλῶσιν. Ἡ μὲν οὖν τραγῳδία τοιαύτη ἐστίν, ὡς καὶ οἱ πρότερον τοὺς ὑστέρους αὐτῶν ᾤοντο ὑποκριτάς· ὡς λίαν γὰρ ὑπερβάλλοντα, πίθηκον ὁ Μυνίσκος τὸν Καλλιππίδην ἐκάλει. Τοιαύτη δὲ δόξα καὶ περὶ Πινδάρου ἦν. Ὡς δ᾿ οὗτοι ἔχουσι πρὸς αὐτούς, ἡ ὅλη τέχνη πρὸς τὴν ἐποποιίαν ἔχει. Τὴν μὲν οὖν πρὸς θεατὰς ἐπιεικεῖς φασὶν εἶναι, διὸ οὐδὲν δέονται τῶν σχημάτων, τὴν δὲ τραγικὴν πρὸς φαύλους. Ἡ οὖν φορτικὴ χείρων δῆλον ὅτι ἂν εἴη. Πρῶτον μὲν οὐ τῆς ποιητικῆς ἡ κατηγορία ἀλλὰ τῆς ὑποκριτικῆς, ἐπεὶ ἔστι περιεργάζεσθαι τοῖς σημείοις καὶ ῥαψῳδοῦντα, ὅπερ ἐποίει Σωσίστρατος, καὶ διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος Ὀπούντιος. Εἶτα οὐδὲ κίνησις ἅπασα ἀποδοκιμαστέα, εἴπερ μηδ᾿ ὄρχησις, ἀλλ᾿ ἡ φαύλων, ὅπερ καὶ Καλλιππίδῃ ἐπετιμᾶτο καὶ νῦν ἄλλοις, ὡς οὐκ ἐλευθέρας γυναῖκας μιμουμένων. Ἔτι ἡ τραγῳδία καὶ ἄνευ κινήσεως ποιεῖ τὸ αὑτῆς, ὥσπερ ἡ ἐποποιία· διὰ γὰρ τοῦ ἀναγινώσκειν φανερὰ ὁποία τις ἐστίν. Εἰ οὖν ἐστὶ τἆλλα κρείττων, τοῦτό γε οὐκ ἀναγκαῖον αὐτῇ ὑπάρχειν. Ἔπειτα διότι πάντ᾿ ἔχει ὅσαπερ ἡ ἐποποιία· καὶ γὰρ τῷ μέτρῳ ἔξεστι χρῆσθαι, καὶ ἔτι οὐ μικρὸν μέρος τὴν μουσικὴν καὶ τὴν ὄψιν ἔχει, δι᾿ ἧς αἱ ἡδοναὶ συνίστανται ἐναργέστατα. Εἶτα καὶ τὸ ἐναργὲς ἔχει καὶ ἐν τῇ ἀναγνωρίσει καὶ ἐπὶ τῶν ἔργων. Ἔτι τῷ ἐν ἐλάττονι μήκει τὸ τέλος τῆς μιμήσεως εἶναι· τὸ γὰρ ἀθροώτερον ἥδιον ἢ πολλῷ κεκραμένον τῷ χρόνῳ, λέγω δὲ οἷον εἴ τις τὸν Οἰδίπουν θείη τὸν Σοφοκλέους ἐν ἔπεσιν ὅσοις ἡ Ἰλιάς. Ἔτι ἧττον μία ὁποιαοῦν μίμησις ἡ τῶν ἐποποιῶν. Σημεῖον δέ· ἐκ γὰρ ὁποιασοῦν μιμήσεως πλείους τραγῳδίαι γίνονται. Ὥστ᾿ ἐὰν μὲν ἕνα μῦθον ποιῶσιν, ἀνάγκη ἢ βραχέα δεικνύμενον μύουρον φαίνεσθαι, ἢ ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει ὑδαρῆ. Ἐὰν δὲ πλείους, λέγω δὲ οἷον ἐὰν ἐκ πλειόνων πράξεων ᾖ συγκειμένη, οὐ μία, ὥσπερ ἡ Ἰλιὰς ἔχει πολλὰ τοιαῦτα μέρη καὶ ἡ Ὀδύσσεια, ἃ καὶ καθ᾿ ἑαυτὰ ἔχει μέγεθος· καίτοι ταῦτα τὰ ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα, καὶ ὅτι μάλιστα μιᾶς πράξεως μίμησίς ἐστιν. Εἰ οὖν τούτοις τε διαφέρει πᾶσι καὶ ἔτι τῷ τῆς τέχνης ἔργῳ (δεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτὰς ἀλλὰ τὴν εἰρημένην), φανερὸν ὅτι κρείττων ἂν εἴη μᾶλλον τοῦ τέλους τυγχάνουσα τῆς ἐποποιίας. Περὶ μὲν οὖν τραγῳδίας καὶ ἐποποιίας, καὶ αὐτῶν καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν αὐτῶν, καὶ πόσα καὶ τί διαφέρει, καὶ τοῦ εὖ ἢ μὴ τίνες αἰτίαι, καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων εἰρήσθω τοσαῦτα.

واى اثنيهما ترى افضل بين شعرى الشبيه وحكاية صنعة افى او تلك الاطراغيقانيا وقد يتشكك الانسان هل كان شى من هذه التى فى فروطيقى هى اخير ام لا ومثل هذا الذى هو عند الناظرين الافاضل وتلك هى التى تخبر فى السنه والحكاية فى فوريطبقى فى الكل وذلك انه٭ من قبل انهم لا يحسون لا ىرىدهم٭ الحركة الكبيرة وذلك ان الذين يتحركون فمثل الذين يزمرون فى الىىات والسرنيات المزيفة المزورة عير ما يستدارون ويحاكون اىن ىسىىوىا٭٭٭ سىهون به عند [غير] ما ٮحربون الراس ان كان الزمر الذى يزمرونه لاسقولا ومثل هذا المديح هو كما احتسب القدما والذين اتوا بالاخرة من بعدهم مرايين منافقين من قبل انهم افضل كثيرا من عالاس كما كان يلقب مٮٮٮٯوس ٯاٯٮدس و٭عتمد الاعتقاد من فندارس واما ان يكون لهذه اليه [ومن حيث هو من ٭لودا] وفى جميع الصناعة يكون حاله عند صنعة افى وذلك ان حال صنعة افى عند الناظرين يقولون الذين ليس بالمحتاجين الى شى من الاشكال انهم طياب جدا ٭صناعة المديح عند المزيفين وفاما فروطيقى فظاهر انها اخس ولنا ان نقول نحو هذه انه اما اولا ان الاختصام ليس هو صناعة الشعر لكن تلك التى هى للمراياة والنفاق من قبل انه قد يوجد الى ان ىىبطل بالرسوم عند ما يغنى وما كان يفعله سوسطراطس وعند ما يزعق ويزمر وهو ما كان يفعله مسىىىاس ٭طسطيا بعد ذاك وايضا ولا كل حركة من دولة كما انه ولا كل ٭٭٭ الا يكون رقص هولا المزيفين وهو ما قد كان قاليفيدس يبكت عليه وما ٭٭٭كٮ عليه فى هذا الوقت قوم اخرون من غير ما لا يشتهون بالنسا ٭٭حر٭٭٭صا صناعة والتى بلا حركة تفعل فعلها الذى يخصها كالاخرا التى لصناعـ٭ ٭٭٭٭ها ٮرفى الٮيٮ كم كانت وان كانت هذه الاخر افضل من الكل ٭٭٭٭٭ يجب ضرورة ان يكون ثم من بعد فمن قبل ان كل شى لها بمبلغ صنعة افى فقد ىـ٭٭٭ں ٭ن يستعمل الوزن وايضا ما كان جزوه الصغير الموسيقانية والنظر وهما اللذة ٭٭٭٭٭هما اكثر فعلا فلها ايضا فعل فى الاستدلال ايضا والافعال وايضا التى هى مختلفة فى الطول ليكون اخر الشبيه والحكاية وذلك ان كون هذه خاصة بغتة اكثر من كونها كذلك وهى ممتزجة فى زمان كثير واعنى بذلك مثل ان يضع الانسان اوفيدس لذلك الذى وضعه سوفاقلس فى الافى التى له فى هذه التى ايليدا هى فيها التشبيه والمحاكاة التى للذين يصنعون الافى والعلامة هى هذه وهى ان الواحدة من صنعة افى انها كانت قد تحدث مديحات كثيرة