Digital Corpus for Graeco-Arabic Studies

Gregory of Nazianzus: Carmen Morale XXX (Moral Poems XXX)

ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.

βίου τὸ κέρδος εὖ βιοῦν καθ᾿ ἡμέραν.

γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα.

δεινὸν πένεσθαι, χεῖρον δ᾿ εὐπορεῖν κακῶς.

εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.

ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν.

ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς.

θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς.