Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Categoriae (The Categories)

Ποιότητα δὲ λέγω καθ᾿ ἣν ποιοί τινες εἶναι λέγονται. Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων. Ἒν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν. Διαφέρει δὲ ἕξις διαθέσεως τῷ πολὺ χρονιώτερον εἶναι καὶ μονιμώτερον. Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί· ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον. Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγίεια καὶ ὅσα ἄλλα τοιαῦτα· διάκειται μὲν γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ ψυχρὸς γενόμενος καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι. Φανερὸν δὲ ὅτι ταῦτα βούλονται ἕξεις λέγειν, ἅ ἐστι πολυχρονιώτερα καὶ δυσκινητότερα· τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας ἀλλ᾿ εὐκινήτους ὄντας οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί γέ πως κατὰ τὴν ἐπιστήμην ἢ χεῖρον ἢ βέλτιον. Ὥστε διαφέρει ἕξις διαθέσεως τῷ τὴν μὲν εὐκίνητον εἶναι, τὴν δὲ πολυχρονιωτέραν τε καὶ δυσκινητοτέραν. Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις· οἱ μὲν γὰρ ἕξεις ἔχοντες καὶ διάκεινταί γέ πως κατ᾿ αὐτάς, οἱ δὲ διακείμενοι οὐ πάντως καὶ ἕξιν ἔχουσιν.

Ἕτερον δὲ γένος ποιότητος καθ᾿ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται. Οὐ γὰρ τῷ διακεῖσθαί γέ πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, οἷον πυκτικοὶ ἢ δρομικοὶ οὐ τῷ διακεῖσθαί πως λέγονται ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως, ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων. Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἔχει· τὸ μὲν γὰρ σκληρὸν λέγεται τῷ δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.

Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. Ἔστι δὲ τὰ τοιάδε οἶον γλυκύτης τε καὶ πικρότης καὶ στρυφνότης καὶ πάντα τὰ τούτοις συγγενῆ, ἔτι δὲ θερμότης καὶ ψυχρότης καὶ λευκότης καὶ μελανία. Ὅτι μὲν οὖν αὗται ποιότητές εἰσι, φανερόν· τὰ γὰρ δεδεγμένα αὐτὰ ποιὰ λέγεται κατ᾿ αὐτάς, οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι γλυκὺ λέγεται καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. Παθητικαὶ δὲ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι· οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ, οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν. Ὁμοίως δὲ τούτοις καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης παθητικαὶ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα πεπονθέναι τι, τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν παθητικαὶ ποιότητες λέγονται· ἥ τε γὰρ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν. Ὁμοίως δὲ καὶ αἱ ἄλλαι. Λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν τρόπον τοῖς εἰρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγονέναι. Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι. Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων ἀπό τινων παθῶν δυσκινήτων καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφε, παθητικαὶ ποιότητες λέγονται. Εἴτε γὰρ ἐν τῇ κατὰ φύσιν συστάσει ὠχρότης ἢ μελανία γεγένηται, ποιότητες λέγονται (ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα), εἴτε διὰ νόσον μακρὰν ἢ διὰ καῦμα τὸ αὐτὸ τοῦτο συμβέβηκεν ὠχρότης ἢ μελανία, καὶ μὴ ῥᾳδίως ἀποκαθίστανται ἢ καὶ διὰ βίου παραμένουσι, ποιότητες καὶ αὐταὶ λέγονται· ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα. Ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, ποιότητες δὲ οὔ· οὐ γὰρ λέγονται ποιοί τινες κατὰ ταύτας. Οὔτε γὰρ ὁ ἐρυθριῶν διὰ τὸ αἰσχυνθῆναι ἐρυθρίας λέγεται, οὔτε ὁ ὠχριῶν διὰ τὸ φοβηθῆναι ὠχρίας, ἀλλὰ μᾶλλον πεπονθέναι τι. Ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγεται. Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν δυσκινήτων γεγένηται, ποιότητες λέγονται, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται, ὀργίλοι τε καὶ μανικοί. Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ᾿ ἀπό τινων ἄλλων συμπτωμάτων γεγένηνται δυσαπάλλακτοι ἢ καὶ ὅλως ἀκίνητοι, ποιότητες καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται. Ὅσα δὲ ἀπὸ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, οἷον εἰ λυπούμενός τις ὀργιλώτερός ἐστιν· οὐδὲ γὰρ λέγεται ὀργίλος ὁ ἐν τῷ τοιούτῳ πάθει ὀργιλώτερος ὤν, ἀλλὰ μᾶλλον πεπονθέναι τι. Ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δ᾿ οὔ.

Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστιν. Καθ᾿ ἕκαστον γὰρ τούτων ποιόν τι λέγεται· τὸ γὰρ τρίγωνον ἢ τετράγωνον εἶναι ποιόν τι λέγεται, καὶ τὸ εὐθὺ ἢ καμπύλον. Καὶ κατὰ τὴν μορφὴν δὲ ἕκαστον ποιόν τι λέγεται. Τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γὰρ μᾶλλόν τινα φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν. Πυκνὸν μὲν γὰρ τῷ τὰ μόρια σύνεγγυς εἶναι ἀλλήλοις, μανὸν δὲ τῷ διεστάναι ἀπ᾿ ἀλλήλων· καὶ λεῖον μὲν τῷ ἐπ᾿ εὐθείας πως τὰ μόρια κεῖσθαι, τραχὺ δὲ τῷ τὸ μὲν ὑπερέχειν τὸ δὲ ἐλλείπειν.

Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾿ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν.

Ποιότητες μὲν οὖν εἰσὶν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ᾿ αὐτῶν. Ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται, οἷον ἀπὸ τῆς λευκότητος λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης δίκαιος, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ἐπ᾿ ἐνίων δὲ διὰ τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα οὐκ ἐνδέχεται παρωνύμως ἀπ᾿ αὐτῶν λέγεσθαι οἷον δρομικὸς ἢ πυκτικὸς ὁ κατὰ δύναμιν φυσικὴν λεγόμενος ἀπ᾿ οὐδεμιᾶς ποιότητος παρωνύμως λέγεται· οὐ γὰρ κεῖται ὀνόματα ταῖς δυνάμεσι καθ᾿ ἃς οὗτοι ποιοὶ λέγονται, ὥσπερ ταῖς ἐπιστήμαις καθ᾿ ἃς πυκτικοὶ ἢ παλαιστρικοὶ κατὰ διάθεσιν λέγονται· πυκτικὴ γὰρ λέγεται ἐπιστήμη καὶ παλαιστρική, ποιοὶ δ᾿ ἀπὸ τούτων παρωνύμως οἱ διακείμενοι λέγονται. Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου οὐ λέγεται παρωνύμως τὸ κατ᾿ αὐτὴν ποιὸν λεγόμενον, οἷον ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· τῷ γὰρ ἀρετὴν ἔχειν σπουδαῖος λέγεται, ἀλλ᾿ οὐ παρωνύμως ἀπὸ τῆς ἀρετῆς. Οὐκ ἐπὶ πολλῶν δὲ τὸ τοιοῦτόν ἐστιν. Ποιὰ τοίνυν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ᾿ αὐτῶν.

Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον καὶ λευκότης μελανίᾳ καὶ τἆλλα δὲ ὡσαύτως, καὶ τὰ κατ᾿ αὐτὰς ποιὰ λεγόμενα, οἷον τὸ ἄδικον τῷ δικαίῳ καὶ τὸ λευκὸν τῷ μέλανι. Οὐκ ἐπὶ πάντων δὲ τὸ τοιοῦτο· τῷ γὰρ πυῤῥῷ ἢ ὠχρῷ ἢ ταῖς τοιαύταις χροιαῖς οὐδὲν ἐναντίον ποιοῖς οὖσιν. Ἔτι δέ, ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ἔσται ποιόν. Τοῦτο δὲ δῆλον προχειριζομένῳ τὰς ἄλλας κατηγορίας, οἷον εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ποιὸν δὲ ἡ δικαιοσύνη, ποιὸν ἄρα καὶ ἡ ἀδικία· οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει τῇ ἀδικίᾳ· οὔτε γὰρ τὸ ποσὸν οὔτε τὸ πρός τι οὔτε ποῦ οὔθ᾿ ὅλως τι τῶν τοιούτων οὐδέν, ἀλλ᾿ ἢ ποιόν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων.

Ἐπιδέχεται δὲ τὸ μᾶλλον καὶ τὸ ἦττον τὰ ποιά. Λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται, καὶ δίκαιον ἕτερον ἑτέρου μᾶλλον. Καὶ αὐτὸ δὲ ἐπίδοσιν λαμβάνει· λευκὸν γὰρ ὂν ἔτι ἐνδέχεται λευκότερον γενέσθαι. Οὐ πάντα δέ, ἀλλὰ τὰ πλεῖστα. Δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον καὶ ἦττον, ἀπορήσειεν ἄν τις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων διαθέσεων. Ἔνιοι γὰρ διαμφισβητοῦσι περὶ τῶν τοιούτων· δικαιοσύνην μὲν γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ δεῖν λέγεσθαι μᾶλλον καὶ ἧττον, οὐδὲ ὑγίειαν ὑγιείας, ἧττον μέντοι ἔχειν ἕτερον ἑτέρου ὑγίειαν, καὶ δικαιοσύνην ἕτερον ἑτέρου, ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις. Ἀλλ᾿ οὖν τά γε κατὰ ταύτας λεγόμενα ἀναμφισβητήτως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· γραμματικώτερος γὰρ ἕτερος ἑτέρου λέγεται καὶ ὑγιεινότερος καὶ δικαιότερος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν. Τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τοῦ τριγώνου λόγον ἢ τὸν τοῦ κύκλου πάνθ᾿ ὁμοίως τρίγωνα ἢ κύκλοι εἰσί, τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν μᾶλλον ἕτερον ἑτέρου ῥηθήσεται· οὐδὲν γὰρ μᾶλλον τὸ τετράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν· οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου λόγον. Ἁπλῶς δέ, ἐὰν μὴ ἐπιδέχηται ἀμφότερα τὸν τοῦ προκειμένου λόγον, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον. Οὐ πάντα οὖν τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.

Τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοια δὲ καὶ ἀνόμοια κατὰ μόνας τὰς ποιότητας λέγεται· ὅμοιον γὰρ ἕτερον ἑτέρῳ οὐκ ἔστι κατ᾿ ἄλλο οὐδὲν ἢ καθ᾿ ὃ ποιόν ἐστιν. Ὥστε ἴδιον ἂν εἴη τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι κατ᾿ αὐτήν.

Οὐ δεῖ δὲ ταράττεσθαι, μή τις ἡμᾶς φήσῃ ὑπὲρ ποιότητος τὴν πρόθεσιν ποιησαμένους πολλὰ τῶν πρός τι συγκαταριθμεῖσθαι· τὰς γὰρ ἕξεις καὶ διαθέσεις τῶν πρός τι εἶναι ἐλέγομεν. Σχεδὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων τὰ γένη πρός τι λέγεται, τῶν δὲ καθ᾿ ἕκαστα οὐδέν. Ἡ μὲν γὰρ ἐπιστήμη, γένος οὖσα, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται (τινὸς γὰρ ἐπιστήμη λέγεται), τῶν δὲ καθ᾿ ἕκαστα οὐδὲν αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται, οἷον ἡ γραμματικὴ οὐ λέγεται τινὸς γραμματικὴ οὐδ᾿ ἡ μουσικὴ τινὸς μουσική. Ἀλλ᾿ εἰ ἄρα, κατὰ τὸ γένος καὶ αὗται τῶν πρός τι λέγονται, οἶον ἡ γραμματικὴ λέγεται τινὸς ἐπιστήμη, οὐ τινὸς γραμματικὴ, καὶ ἡ μουσικὴ τινὸς ἐπιστήμη λέγεται, οὐ τινὸς μουσική. Ὥστε αἱ καθ᾿ ἕκαστα οὐκ εἰσὶ τῶν πρός τι. Λεγόμεθα δὲ ποιοὶ ταῖς καθ᾿ ἕκαστα· ταύτας γὰρ καὶ ἔχομεν· ἐπιστήμονες γὰρ λεγόμεθα τῷ ἔχειν τῶν καθ᾿ ἕκαστα ἐπιστημῶν τινά. Ὥστε αὗται ἂν καὶ ποιότητες εἴησαν, αἱ καθ᾿ ἕκαστα, καθ᾿ ἅς ποτε καὶ ποιοὶ λεγόμεθα· αὗται δὲ οὐκ εἰσὶ τῶν πρός τι. Ἔτι εἰ τυγχάνοι τὸ αὐτὸ πρός τι καὶ ποιὸν ὄν, οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι.

فى الكيف والكيفية

وأسمى «بالكيفية» تلك التى لها يقال فى الأشخاص: كيف هى. والكيفية مما يقال على أنحاء شتى: —

فليسم نوع واحد من الكيفية ملكةً وحالا. وتخالف الملكة الحال فى أنها أبقى وأطول زمانا: ومما يجرى هذا المجرى العلوم والفضائل، فإن العلم مظنون به أنه من الأشياء الباقية التى تعسر حركتها، وإن كان الإنسان إنما شدا من العلم، ما لم يحدث عليه تغير فادح من مرض أو غيره مما أشبهه. وكذلك أيضا الفضيلة (مثل العدل والعفة وكل واحد مما أشبه ذلك) قد يظن أنها ليست بسهلة الحركة ولا سهلة التغير. — وأما الحالات فتسمى بها الأشياء السهلة الحركة السريعة التغيير، مثل الحرارة والبرودة والمرض والصحة وسائر ما أشبه ذلك. فإن الإنسان قد قبل بهذه حالا على ضرب من الضروب، إلا أنه قد يتغير بسرعة، فيصير باردا بعد أن كان حارا وينقل من الصحة إلى المرض، وكذلك الأمر فى سائرها، إلا أن يكون الإنسان قد صارت هذه الأشياء أيضا له — لطول المدة — حالا طبيعية لا شفاء لها أو عسرت حركتها جدا. فلعله أن يكون الإنسان [أن] يسمى هذه حينئذ ملكة.

ومن البين أنه إنما يقتضى اسم الملكة الأشياء التى هى أطول زمانا وأعسر حركة، فإنهم لا يقولون فيمن كان غير متمسك بالعلوم تمسكا يعتد به، لكنه سريع التنقل، أن له ملكة. على أن لمن كان بهذه الصفة حالاً ما فى العلم: إما أخس وإما أفضل، فيكون الفرق بين الملكة وبين الحال أن هذه سهلة الحركة، وتلك أطول زمانا وأعسر تحركا. — والملكات هى أيضا حالات، وليس الحالات ضرورةً الملكات، وكان من كانت له ملكة فهو بها بحال ما أيضا من الأحوال. وأما من كان بحال من الأحوال فليست له لا محالة ملكة.

وجنس آخر من الكيفية هو الذى به نقول: ملاكزيين أو محاضريين أو مصحاحين أو ممراضين، أو بالجملة ما قيل بقوة طبيعية أو لا قوة. وذلك أنه ليس يقال كل واحد من أشباه هذه لأن له حالا ما، لكن من قبل أن له قوة طبيعية أو لا قوة فى أن يفعل شيئا ما بسهولة أو لا ينفعل شيئا. مثال ذلك أنه يقال ملاكزيون أو محاضريون ليس من قبل أن لهم حالا ما، لكن من قبل أن لهم قوة على أن يفعلوا شيئا بسهولة؛ ويقال مصحاحون من قبل أن لهم قوة طبيعية على ألا ينفعلوا شيئا بسهولة من الآفات العارضة؛ ويقال ممراضون من قبل أنه لا قوة لهم طبيعية على ألا ينفعلوا شيئا بسهولة. وكذلك أيضا الأمر فى الصلب وفى اللين، فإنه يقال صلب من قبل أن له قوة على ألا ينقطع بسهولة؛ ويقال لين من قبل أنه لا قوة له على هذا المعنى نفسه.

وجنس ثالث من الكيفية كيفيات انفعالية وانفعالات، ومثالات ذلك هذه الحلاوة والمرارة وكل ما كان مجانساً لهذين؛ وأيضا الحرارة والبرودة والبياض والسواد. وظاهر أن هذه كيفيات، لأن ما قبلها قيل فيه بها: كيف هو: ؟ مثال ذلك العسل، يقال: حلو، لأنه قبل الحلاوة، والجسم يقال أبيض لأنه قبل البياض. وكذلك يجرى الأمر فى سائرها.

ويقال كيفيات انفعالية ليس من قبل أن تلك الأشياء أنفسها التى قبلت هذه الكيفيات انفعلت شيئا، فإن العسل ليس يقال حلوا من قبل أنه انفعل شيئا؛ ولا واحد من سائر ما أشبهه. وعلى مثال هذه أيضا الحرارة والبرودة تقالان كيفيتين انفعاليتين ليس من قبل أن تلك الأشياء أنفسها التى قبلتها انفعلت شيئا، بل إنما يقال لكل واحد من هذه الكيفيات التى ذكرناها كيفيات انفعالية من قبل أنها تحدث فى الحواس انفعالا. فإن الحلاوة تحدث انفعالاً ما فى المذاق، والحرارة فى اللمس؛ وعلى هذا المثال سائرها أيضا.

فأما البياض والسواد وسائر الألوان فليس إنما تقال كيفيات انفعالية بهذه الجهة التى بها قيلت هذه التى تقدم ذكرها، لكن من قبل أنها أنفسها إنما تولدت عن انفعال. ومن البين أنه قد يحدث عن الانفعال تغايير كثيرة فى الألوان: من ذلك أن المرء إذا خجل احمر، وإذا فزع اصفر، وكل واحد مما أشبه ذلك. فيجب من ذلك إن كان أيضا إنسان قد ناله بالطبع بعض هذه الانفعالات من عوارض ما طبيعية، فلازم أن يكون لونه مثل ذلك اللون. وذلك أنه إن حدثت الآن عند الخجل حال ما لشىء مما للبدن فقد يمكن أيضا أن تحدث تلك الحال بعينها فى الجبلة الطبيعية فيكون اللون أيضا بالطبع مثله. فما كان من هذه العوارض كان ابتداؤه عن انفعالات ما عسرة، حركتها ذات ثبات، فإنه يقال لها كيفيات: فإن الصفرة والسواد إن كان تكونه فى الجبلة الطبيعية فإنه يدعى كيفية إن كنا قد يقال فينا به: كيف نحن؟ أو كان إنما عرضت الصفرة أو السواد من مرض مزمن أو من إحراق شمس فلم تسهل عودته إلى الصلاح أو بقى ببقائنا — قيلت هذه أيضا كيفيات. وذلك أنه قد يقال فينا بها على ذلك المثال كيف نحن. فأما ما كان حدوثه عما يسهل انحلاله ووشيك عودته إلى الصلاح قيل انفعالات، وذلك أنه لا يقال به فى أحد: كيف هو، فإنه ليس يقال عن أحمرلخجل: أحمرى، ولا من اصفر للفزع: مصفر، لكن أنه انفعل شيئا. فيجب أن تقال هذه وما أشبهها انفعالات، ولا تقال كيفيات.

وعلى هذا المثل يقال فى النفس أيضا كيفيات انفعاليه وانفعالات. فإن كان تولده فيها منذ أول التكوين عن انفعالات ما فإنها أيضا تقال كيفيات، ومثال ذلك تيه العقل والغضب وما يجرى مجراها، فإنهم به يقال فيهم بها: كيف هم، فيقال غضوب وتائه العقل، وكذلك أيضا سائر أصناف تيه العقل إذا لم تكن طبيعيةً لكن كان تولدها عن عوارض ما أخر يعسر التخلص منها. أو هى غير زائلة أصلا يقال كيفيات، وذلك أنه يقال فيهم بها: كيف هم. — وما كان حدوثه فيها عن أشياء سهلة وشيكة العودة إلى الصلاح فإنها تقال انفعالات مثل ذلك الإنسان إن غم فأسرع غضبه: فإنه ليس يقال غضوبا من أسرع غضبه بمثل هذا الانفعال، بل أحرى أن يقال إنه انفعل شيئا، فتكون هذه إنما تقال انفعالات، لا كيفيات.

وجنس رابع من الكيفية: الشكل والخلقة الموجودة فى واحد واحد؛ ومع هذين أيضا الاستقامة والانحناء و〈أى〉 شىء 〈آخر〉 إن كان يشبه هذه. وكل واحد من هذه يقال: كيف الشىء؟ فإنه قد يقال فى الشىء بأنه مثلث أو مربع: كيف هو، وبأنه مستقيم أو منحن. ويقال أيضا كل واحد بالخلقة: كيف هو. — فأما المتخلخل والمتكاثف، والخشن والأملس فقد يظن أنها تدل على كيف ما، إلا أنه قد يشبه أن تكون هذه وما أشبهها مباينة للقسمة التى فى الكيف. وذلك أنه قد يظهر أن كل واحد منها أحرى بأن يكون إنما يدل على وضع ما للأجزاء، فإنه إنما يقال كثيف بأن أجزاءه متقارب بعضها من بعض، ويقال متخلخل بأن أجزاءه متباعدة بعضها عن بعض، ويقال أملس بأن أجزاءه موضوعة على استقامة ما، ويقال خشن بأن بعضها يفضل وبعضها يقصر.

ولعله قد يظهر للكيفية ضرب ما آخر، إلا أن ما يذكر خاصةً من ضروبها فهذا مبلغه.

فالكيفبات هى هذه التى ذكرت؛ وذوات الكيفية هى التى يقال بها على طريق المشتقة أسماؤها أو على طريق آخر منها كيف كان. — فأما فى أكثرها أو فى جميعها، إلا الشاذ منها، فإنما يقال على طريق المشتقة أسماؤها، مثال ذلك: من البياض — أبيض، ومن البلاغة — بليغ، ومن العدالة — عدل؛ وكذلك فى سائرها. وأما فى الشاذ منها فلأنه لم يوضع للكيفيات أسماء، فليس يمكن أن يكون يقال منها على طريق المشتقة أسماؤها، مثال ذلك: المحاضرى أو الملاكزى الذى يقال بقوة طبيعية. فليس يقال فى اللسان اليونانى عن كيفية من الكيفيات على طريق المشتقة أسماؤها. وذلك أنه لم يوضع للقوى فى اللسان اليونانى اسم فيقال بها هؤلاء كيف هم، كما وضع للعلوم وهى التى بها يقال ملاكزون أو مناضلون من طريق الحال: فإنه يقال علم ملاكزى، أو علم مناضلى، أى علم المناضلة؛ ويقال فى حالهم من هذه على طريق المشتقة أسماؤها: كيف هم.

وربما كان لها اسم موضوع 〈للكيف〉، ولا يقال المكيف بها على طريق المشتقة أسماؤها؛ مثال ذلك من الفضيلة مجتهد، فإن الذى له فضيلة إنما يقال مجتهد. ولا يقال فى اللسان اليونانى من الفضيلة على طريق المشتقة أسماؤها. وليس ذلك فى الكثير.

فذوات الكيفية تقال التى تدعى من الكيفيات التى ذكرت على طريق المشتقة أسماؤها أو على طريق آخر منها كيف كان.

وقد يوجد أيضا فى الكيف مضادة، مثال ذلك أن العدل ضد الجور وكذلك البياض والسواد وسائر ما أشبه ذلك، وأيضا ذوات الكيفية بها: مثال ذلك الجائر للعادل، والأبيض للأسود. إلا أن ذلك ليس فيها كلها. فإنه ليس للأشقر ولا للأصفر ولا لما أشبه ذلك من الألوان ضد أصلا، وهى ذوات كيفية. وأيضا إن كان أحد المتضادين — أيهما كان — كيفاً، فإن الآخر أيضا يكون كيفا. ذلك بين لمن تصفح سائر النعوت، مثال ذلك إن كان العدل ضد الجور وكان العدل كيفا — وإن الجور أيضا كيف — فإنه لا يطابق الجور ولا واحداً من سائر النعوت: لا الكم مثلا والمضاف ولا أين ولا واحدا من سائر ما يجرى مجراها بتةً ما خلا الكيف، وكذلك فى سائر المتضادات التى فى الكيف.

وقد يقبل أيضا الكيف الأكثر والأقل، فإنه يقال إن هذا أبيض بأكثر من غيره وبأقل؛ وهذا عادل بأكثر من غيره أو بأقل.

وهى أنفسها تحتمل الزيادة، فإن الشىء الأبيض قد يمكن أن يزيد بياضه فيصير أشد بياضا، وليس كلها ولكن أكثرها. فإنه مما يشك فيه: هل يقال عدالة أكثر أو أقل من عدالة، وكذلك فى سائر الحالات. فإن قوما يمارون فى أشباه هذه فيقولون إنه لا يكاد أن يقال عدالة أكثر ولا أقل من عدالة، ولا صحة أكثر ولا أقل من صحة؛ ولكنهم يقولون إن «لهذا» صحةً أقل مما لغيره، وعلى هذا المثال: «لهذا» كتابة أقل من كتابة غيره وسائر الحالات. فأما ما يسمى بها فإنها تقبل الأكثر والأقل بلا شك، فإنه يقال إن هذا أبلغ من غيره وأعدل وأصح؛ وكذلك الأمر فى سائرها.

وأما المثلث والمربع فلن يظن أنهما يقبلان الأكثر والأقل؛ ولا شىء من سائر الأشكل ألبتة: فإن ما قبل قول المثلث أو قول الدائرة فكله على مثال واحد مثلثات ودوائر؛ وما قبله فليس يقال إن هذا أكثر من غيره فيه، فإنه ليس المربع فى أنه دائرة أكثر من المستطيل إذ كان ليس يقبل ولا واحد منهما قول الدائرة. وبالجملة، إنما يوجد أحد الشيئين أكثر من الآخر إذا كانا جميعا يقبلان قول الشىء الذى يقصد له. فليس كل الكيف إذاً يقبل الأكثر والأقل. فهذه التى ذكرت ليس منها شىء هو خاصة الكيفية.

فأما «الشبيه» «وغير الشبيه» فإنما يقالان فى الكيفيات وحدها؛ فإنه ليس يكون هذا شبيهاً بغيره بشىء غير ما هو به كيف. فتكون خاصة الكيفية أن بها يقال شبيه وغير شبيه.

وليس ينبغى أن يتداخلك الشك فتقول: إنا قصدنا للكلام فى الكيفية فعددنا كثيرا من المضاف، إذ الملكات والحالات من المضاف، فإنه تكاد أن تكون أجناس هذه كلها وما أشبهها إنما تقال من المضاف. وأما الجزئيات فلا شىء منها ألبتة، فإن العلم وهو جنس ماهيته، إنما يقال بالقياس إلى غيره. وذلك أنه إنما يقال علم بشىء؛ فأما الجزئيات فليس شىء منها ماهيته تقال بالقياس إلى غيره، مثال ذلك: النحو، ليس يقال نحواً بشىء، ولا الموسيقى هى موسيقى بشىء، اللهم إلا أن تكون هذه أيضا قد تقال من المضاف من طريق الجنس، مثال ذلك: النحو يقال علما بشىء لا نحواً بشىء، والموسيقى علماً بشىء لا موسيقى بشىء. فيجب أن تكون الجزئيات ليس من المضاف. ويقال لنا ذوو كيفية — بالجزئيات؛ وذلك أنه إنما لنا هذه: فإنا إنما يقال لنا علم — بأن لنا من العلوم الجزئية. فيجب من ذلك أن تكون أيضا — أعنى الجزيئات — كيفيات، وهى التى بها ندعى ذوى كيفية — وليس هذه من المضاف. وأيضا أن ألغى شىء واحد بعينه كيفاً ومضافا، فليس بمنكر أن يعد فى الجنسين جميعا.