Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Categoriae (The Categories)

Ἄμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσίς ἐστιν ἐν τῷ αὐτῷ χρόνῳ· οὐδέτερον γὰρ πρότερον οὐδὲ ὕστερόν ἐστιν αὐτῶν. Ἅμα δὲ κατὰ τὸν χρόνον ταῦτα λέγεται. Φύσει δὲ ἅμα, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναί ἐστιν, οἷον ἐπὶ τοῦ διπλασίου καὶ τοῦ ἡμίσεος· ἀντιστρέφει μὲν γὰρ ταῦτα (διπλασίου γὰρ ὄντος ἐστὶν ἥμισυ καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστιν), οὐδέτερον δὲ οὐδετέρῳ αἴτιον τοῦ εἶναί ἐστιν.

Καὶ τὰ ἐκ τοῦ αὐτοῦ δὲ γένους ἀντιδιῃρημένα ἀλλήλοις ἅμα τῇ φύσει λέγεται. Ἀντιδιῃρῆσθαι δὲ λέγεται ἀλλήλοις τὰ κατὰ τὴν αὐτὴν διαίρεσιν, οἷον τὸ πτηνὸν τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ· ταῦτα γὰρ ἀλλήλοις ἀντιδιῄρηται ἐκ τοῦ αὐτοῦ γένους· τὸ γὰρ ζῷον διαιρεῖται εἰς ταῦτα, εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ οὐδέν γε τούτων πρότερον ἢ ὕστερόν ἐστιν, ἀλλ᾿ ἅμα τῇ φύσει τὰ τοιαῦτα δοκεῖ εἶναι. Διαιρεθείη δ᾿ ἂν καὶ ἕκαστον τῶν τοιούτων εἰς εἴδη πάλιν, οἷον τὸ πεζὸν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον. Ἔσται οὖν κἀκεῖνα ἅμα τῇ φύσει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν. Τὰ δὲ γένη τῶν εἰδῶν ἀεὶ πρότερα· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον ἐνύδρου μὲν ὄντος ἔστι ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη ἔνυδρον εἶναι.

Ἄμα οὖν τῇ φύσει λέγεται, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον τὸ ἕτερον τῷ ἑτέρῳ τοῦ εἶναί ἐστι, καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἁπλῶς δὲ ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ.

فى معا

يقال معا على الاطلاق والتحقيق فى الشئين اذا كان تكونهما فى زمان واحد بعينه فانه ليس واحد منهما متقدما ولا متاخرا او هذان يقال فهما انما معا فى الزمان ويقال معا بالطبع فى الشئين اذا كان يرجعان بالتكافؤ فى لزوم الوجود ولم يكن احدهما سببا اصلا لوجود الاخر مثال ذلك فى الضعف والنصف فان هذين يرجعان بالتكافوء وذلك ان الصعف ان كان موجودا فالنصف موجود والنصف اذا كان موجودا فالضعف موجود وليس ولا واحد منهما سببا لوجود الاخر والتى هى من جنس واحد قسيمة بعضها لبعض يقال انها معا بالطبع والقسيمة بعضها لبعض يقال انها التى بتقسيم واحد مثال ذلك الطاير قسيم المشاء والسابح فان هذه قسيمة بعضها لبعض من جنس واحد وذلك ان الحى مقسم الى هذه اعنى الى الطائر والماشى والسابح وليس واحد من هذه اصلا متقدما ولا متاخرا لكن امثال هذه مظنون بها معا بالطبع وقد يمكن ان يقسم كل واحد من هذه ايضا الى انواع مثال ذلك الحيوان المشا والطاير والسابح فيكون ذلك ايضا معا بالطبع اعنى التى هى من جنس واحد بقسيم واحد فاما الاجناس فانها ابدا متقدمة وذلك انها لا ترجع بالتكافوء بلزوم الوجود مثال ذلك ان السابح ان كان موجودا فالحى موجود واذا كان الحى موجودا فليس واجبنا ضرورة ان يكون السابح موجودا فالتى تقال انها معا بالطبع هى التى ترجع بالتكافوء بلزوم الوجود وليس واحد من الشئين سببا اصلا لوجود الاخر والتى هى من جنس واحد قسيمة بعضها لبعض فاما التى تقال على الاطلاق انها معا فهى التى تكونها فى زمان واحد بعينه *