Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Categoriae (The Categories)

Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται μήτ᾿ ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος. Δεύτεραι δὲ οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον ὁ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῷον· δεύτεραι οὖν αὗται λέγονται οὐσίαι, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον. Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ᾿ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ὁ ἄνθρωπος καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, καὶ κατηγορεῖταί γε τοὔνομα· τὸν γὰρ ἄνθρωπον τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις. Καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται· ὁ γάρ τις ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον. Ὥστε καὶ τοὔνομα καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται. Τῶν δ᾿ ἐν ὑποκειμένῳ ὄντων ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ᾿ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου· ἐπ᾿ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον, οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι κατηγορεῖται τοῦ ὑποκειμένου (λευκὸν γὰρ σῶμα λέγεται), ὁ δὲ λόγος ὁ τοῦ λευκοῦ οὐδέποτε κατὰ σώματος κατηγορηθήσεται. Τὰ δ᾿ ἄλλα πάντα ἤτοι καθ᾿ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστίν. Τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ᾿ ἕκαστα προχειριζομένων, οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται τὸ ζῷον· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ ἀνθρώπου ὅλως. Πάλιν τὸ χρῶμα ἐν σώματι· οὐκοῦν καὶ ἐν τινὶ σώματι· εἰ γὰρ μὴ ἐν τινὶ τῶν καθ᾿ ἕκαστα, οὐδὲ ἐν σώματι ὅλως. Ὥστε τὰ ἄλλα πάντα ἤτοι καθ᾿ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστίν. Μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι.

Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν. Ἑὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤπερ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον ἀποδιδοὺς γνωριμώτερον ἂν ἀποδοίη ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον. Καὶ τὸ τὶ δένδρον ἀποδιδοὺς γνωριμώτερον ἀποδώσει δένδρον ἀποδιδοὺς ἢ φυτόν. Ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν αὐταῖς εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται. Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει· ὑπόκειται γὰρ τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει. Ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲν γὰρ οἰκειότερον ἀποδώσεις κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. Ὡσαύτως δὲ καὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲν γὰρ μᾶλλον ὁ τὶς ἄνθρωπος οὐσία ἢ ὁ τὶς βοῦς.

Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων. Τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τῶν δ᾿ ἄλλων ὅ τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον λευκόν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς. Ὥστε εἰκότως τῶν ἄλλων ταῦτα μόνα οὐσίαι λέγονται. Ἔτι αἱ πρῶται οὐσίαι διὰ το τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι κυριώτατα οὐσίαι λέγονται. Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται. Τὸν γάρ τινα ἄνθρωπον ἐρεῖς γραμματικόν· οὐκοῦν καὶ ἄνθρωπον καὶ ζῷον γραμματικὸν ἐρεῖς. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. Ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ. Ὁ γὰρ ἄνθρωπος καθ᾿ ὑποκειμένου μὲν τοῦ τινὸς ἀνθρώπου λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν. Ὡσαύτως δὲ καὶ τὸ ζῷον καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῷον ἐν τῷ τινὶ ἀνθρώπῳ. Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον. Τῶν δὲ δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα· τὸν γὰρ τοῦ ἀνθρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις, καὶ τὸν τοῦ ζῴου ὡσαύτως. Ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ. Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν. Τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ᾿ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ ἀνθρώπῳ ἐστὶ τὸ δίπουν ἢ τὸ πεζόν. Καὶ ὁ λόγος δὲ κατηγορεῖται ὁ τῆς διαφορᾶς, καθ᾿ οὗ ἂν λέγηται ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου· πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος. Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μή ποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι· οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι.

Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ᾿ αὐτῶν λέγεσθαι. Πᾶσαι γὰρ αἱ ἀπ᾿ αὐτῶν κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. Ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ᾿ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ. κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. Ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. Καὶ τὸν λόγον δὲ ἐπιδέχονται αἱ πρῶται οὐσίαι τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. Ὡςαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχεται τὰ εἴδη καὶ τὰ ἄτομα. Συνώνυμα δέ γε ἦν ὦν καὶ τοὔνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός, ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ τὰ ἀπὸ τῶν διαφορῶν συνωνύμως λέγεται.

Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν. Ἐπὶ μὲν οὖν τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνει· οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῷον. Οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν. Οὐδὲν γὰρ ἄλλο σημαίνει τὸ λευκὸν ἀλλ᾿ ἢ ποιόν. Τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει. Ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον.

Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι. Τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον. Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον. Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ. Τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενὶ ἐναντίον ἐστίν.

Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ᾿ ὅτι ἑκάστη οὐσία τοῦθ᾿ ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον. Οἷον εἰ ἔστιν αὐτὴ ἡ οὐσία ἄνθρωπος, οὐκ ἔσται μᾶλλον καὶ ἦττον ἄνθρωπος, οὔτε αὐτὸς ἑαυτοῦ οὔτε ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλόν ἐστι καὶ ἧττον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καλὸν καὶ ἧττον λέγεται. Καὶ αὐτὸ δὲ αὑτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν εἶναι λέγεται νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται. Ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐδέν, ὅσα ἐστὶν οὐσίαι. Ὥστε οὐκ ἂν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον.

Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐκ αν ἔχοι τις τὸ τοιοῦτο προενεγκεῖν, ὅσα μή εἰσιν οὐσίαι, ὃ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων δεκτικόν ἐστιν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μή εἰσιν οὐσίαι. Ἡ δέ γε οὐσία ἓν καὶ ταὐτὸν ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἶς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γίνεται, καὶ θερμὸς καὶ ψυχρός, καὶ φαῦλος καὶ σπουδαῖος. Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἷναι δεκτικά. Ὁ γὰρ αὐτὸς λόγος ἀληθὴς καὶ ψευδῆς εἶναι δοκεῖ, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν. Εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει. Τὰ μὲν γὰρ ἐπὶ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μετέβαλεν (ἠλλοίωται γάρ) καὶ μέλαν ἐκ λευκοῦ καὶ σπουδαῖον ἐκ φαύλου. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτῶν μεταβολὴν δεχόμενον τῶν ἐναντίων δεκτικόν ἐστιν. Ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μὲν γὰρ λόγος διαμένει ὁ αὐτὸς τὸ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης. Ὥστε τῷ τρόπῳ γε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι. Εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο, τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο. Ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δέχεσθαί τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερόν τι τὸ πάθος γεγενῆσθαι. Τῷ γὰρ τὸ πρᾶγμα εἶναι ἢ μὴ εἶναι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὸς δεκτικὸς εἶναι τῶν ἐναντίων. Ἁπλῶς γὰρ οὐθὲν ὑπ᾿ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα, ὥστε οὐκ ἂν εἴη δεκτικὰ τῶν ἐναντίων μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους. Ἡ δέ γε οὐσία τῷ αὐτὴ τὰ ἐναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων εἶναι λέγεται· νόσον γὰρ καὶ ὑγίειαν δέχεται, καὶ λευκότητα καὶ μελανίαν· καὶ ἕκαστον τῶν τοιούτων αὐτὴ δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται. Ὥστε ἴδιον ἂν οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων κατὰ τὴν ἑαυτῆς μεταβολήν. Περὶ μὲν οὖν οὐσίας τοσαῦτα εἰρήσθω.

فى الجوهر

فاما الجوهر الموصوف بانه اول بالتحقيق والتقديم والتفضيل فهو الذى لا يقال على موضوع ما ولا هو فى موضوع ما ومثال ذلك انسان ما وفرس ما فاما الموصوفة بانها جواهر ثوان فهى الانواع التى فيها توجد الجواهر الموصوفة بانها أول ومع هذه الاجناس هذه الانوع ايضا ومثال ذلك ان انسانا ما هو فى نوع اى فى الانسان وجنس هذا النوع الحى فهذه الجواهر توصف بانها ثوان كالانسان والحى وظاهر مما قيل ان التى تقال على موضوع فقد يجب ضرورة ان يحمل اسمها وقولها يقال على ذلك الموضوع ومثال ذلك ان الانسان يقال على موضوع اى على انسان ما فاسمه يحمل عليه فانك تحمل الانسان على انسان ما وقول الانسان يحمل على انسان ما فان انسانا ما هو انسان وهو حى فيكون الاسم والقول يحملان على الموضوع فاما التى فى موضوع ففى اكثرها لا يحمل على الموضوع لا اسمها ولا حدها وفى بعضها ليس مانع يمنع من ان يحمل اسمها على الموضوع فاما قولها فلا يمكن مثال ذلك ان الابيض هو فى موضوع اى فى الجسم وهو يحمل على الموضوع وذلك ان الجسم قد يوصف بانه ابيض فاما قول الابيض فليس يحمل فى حال من الاحوال على الجسم وكل ما سواها فاما ان يكون على موضوعات اى يقال على الجواهر الأول واما ان يكون فى موضوعات اى يقال فيها وذلك ظاهر من قبل التصفح للجزويات مثال ذلك ان الحى يحمل على الانسان فهو ايضا على انسان ما فانه ان لم يكن ولا على واحد من اشخاص الناس فليس هو ولا على انسان اصلا وايضا ان اللون فى الجسم فهو ايضا فى جسم ما فانه ان لم يكن فى واحد من الجزوية فليس هو ولا فى الجسم اصلا فيجب ان يكون كل ما سواها اما ان يكون على موضوعات اى يقال على الجواهر الاول واما ان يكون فى موضوعات اى يقال فيها فيجب اذا ان لم يكن الجواهر الاول الا يكون سبيل الى ان يوجد شىء من تلك الاخر وذلك ان كل ما سواها فاما ان يكون على موضوعات اى يقال عليها واما فى موضوعات اى فيها والنوع من الجواهر الثانية اولى بان يوصف جوهرا من الجنس لانه اقرب من الجوهر الاول وذلك ان موفيا ان وفى الجوهر الاول ما هو كان اعطاؤه النوع اشد ملآمة وابين فى الدلالة عليه من اعطائه الجنس مثال ذلك انه ان وفى انسانا ما ما هو كان اعطاؤه انه انسان ابين فى الدلالة عليه من اعطائه انه حى فان ذلك اخص بانسان ما وهذا اعم وان وفى شجرة ما ما هى كان اعطاؤه انها شجرة ابين فى الدلالة عليها من اعطائه انها نبت وايضا فان الجواهر الاول لما كانت موضوعة لسائر الامور كلها وسائر الامور كلها محمولة عليها او موجودة فيها فلذلك صارت اولى واحق بان توصف جواهر وقياس الجواهر الاول عند سائر الامور كلها هو قياس النوع عند الجنس اذ كان النوع موضوعا للجنس لان الاجناس تحمل على الانواع وليس ينعكس الانواع على الاجناس فيجب من ذلك ايضا ان النوع اولى واحق بان يوصف جوهرا من الجنس واما ما كان من الانواع ليس هو جنسا فليس الواحد منها اولى من الاخر بان يوصف جوهرا اذ كان ليس توفيتك فى انسان ما انه انسان اشد ملاأمة من توفيتك فى فرس ما انه فرس وكذلك ليس الواحد من الجواهر الاول اولى من الاخر بان يوصف جوهرا اذ كان ليس انسان ما اولى بان يوصف جوهرا من فرس ما وبالواجب صارت الانواع والاجناس وحدها دون غيرها تقال بعد الجواهر الاول جواهر ثوانى لانها وحدها تدل على الجواهر الاول من بين ما يحمل عليه فان موفيا ان وفى انسانا ما ما هو فوفاه بنوعه او بجنسه كانت توفيته له ملايمة واذا وفاه بانه انسان كان ذلك ابين فى الدلالة عليه من توفيته له بانه حى وان وفاه شىء مما سوى ذلك اى شىء كان كانت توفيقه له غريبة مستنكرة كما اذا وفى بانه ابيض او انه يحضر او شىء من اشباه ذلك اى شىء كان [فالواجب كان] فبالواجب قيلت هذه دون غيرها جواهر وايضا لان الجواهر الاول موضوعة لسائر الامور كلها وسائر الامور كلها محمولة عليها او موجودة فيها لذلك صارت اولى واحق بان توصف جواهر وقياس الجواهر الاول عند سائر الامور هو قياس انواع الجواهر الاول واجناسها عند سائر الامور الاخر كلها وذلك ان سائر الامور كلها على هذه تحمل فانك تقول فى انسان ما انه نحوى فانت اذاً تقول نحويا على الانسان وعلى الحى وكذلك يجرى الامور فى سائر ما اشبهه وقد يعم كل جوهر انه ليس فى موضوع فان الجوهر الاول ليس يقال على موضوع ولا هو فى موضوع والجواهر الثوانى قد يظهر بهذا الوجه انه ليس شىء منها فى موضوع فان الانسان يقال على موضوع اى على انسان ما وليس هو فى موضوع اى فيه وذلك ان الانسان ليس هو فى انسان ما وكذلك ايضا الحى يقال على الموضوع اى على انسان ما وليس الحى فى انسان ما وايضا التى فى موضوع فليس مانع يمنع من ان يكون اسمها فى حال من الاحوال يحمل على موضوع واما قولها فلا سبيل الى ان يحمل عليه فاما الجواهر الثوانى فانه يحمل على الموضوع قولها واسمها فانك تحمل على انسان ما قول الانسان وقول الحى فيجب من ذلك ان الجوهر ليس هو مما فى موضوع الا ان هذا ليس بخاصة للجوهر لكن الفصل ايضا هو مما ليس فى موضوع فان الماشى وذا الرجلين يقالان على موضوع اى على الانسان وليسا فى موضوع وذلك ان ذا الرجلين ليس هو فى الانسان ولا الماشى وقول الفصل ايضا محمول على الذى يقال عليه الفصل مثال ذلك ان المشاء ان كان يقال على الانسان فان قول المشاء محمول على الانسان وذلك ان الانسان مشاء *

ولا تغلطنا اجزاء الجواهر فوهمنا انها موجودة فى موضوعات اى فى كلياتها حتى يضطرنا الامر الا ان نقول انها ليست جواهر لانه لم يكن قول ما يقال فى الموضوع على هذا الطريق على انه فى شىء كجزء منه *

ومما يوجد للجواهر وللفصول ان جميع ما يقال منهما انما يقال على طريق المتواطئة اسماؤها فان كل حمل يكون منهما فهو اما ان يحمل على الاشخاص واما على الانواع فانه ليس من الجواهر الأول حمل اصلا اذ كان ليس يقال على موضوع ما البتة فاما الجواهر الثوانى فالنوع يحمل على الشخص والجنس على النوع وعلى الشخص وكذلك الفصول تحمل على الانواع وعلى الاشخاص والجواهر الأول تقبل قول انواعها واجناسها والنوع يقبل قول جنسه اذ كان كل ما قيل على المحمول فانه يقال ايضا على الموضوع وكذلك يقبل الانواع والاشخاص قول فصولها ايضا وقد كانت المتواطئة اسماؤها هى التى الاسم عام لها والقول واحد بعينه ايضا فيجب ان يكون جميع ما يقال من الجواهر ومن الفصول فانما يقال على طريق المتواطئة اسماؤها *

وقد يظن بكل جوهر انه يدل على مقصود اليه بالاشارة فاما الجواهر الاول فبالحق الذى لا مرية فيه انها تدل على مقصود اليه بالاشارة لان ما يستدل عليه منها شخص وواحد بالعدد واما الجواهر الثوانى فقد يوهم اشتباه شكل اللقب منها انها تدل على مقصود اليه بالاشارة كقولك الانسان الحيوان وليس ذلك حقا بل الاولى انها تدل على اى شىء لان الموضوع ليس بواحد كالجوهر الاول لكن الانسان يقال على كثير والحيوان الا انها ليست تدل على اى شىء على الاطلاق بمنزلة الابيض فان الابيض ليس يدل على غير اى شىء فاما النوع والجنس فانهما يقرران اى شىء فى الجوهر وذلك انهما انما يدلان على جوهر ثانى ما الا ان الاقرار بالجنس يكون اكثر حصرا من الاقرار بالنوع فان القايل حيوان قد جمع بقوله اكثر مما يجمع القايل انسان *

ومما للجواهر ايضا انه لا مضاد لها فما ذا اتضاد الجوهر الاول كانسان ما فانه لامضاد له ولا للانسان ايضا ولا للحيوان مضاد الا ان ذلك ليس خاصا بالجوهر لكنه فى اشيا ايضا كثيرة غيره مثال ذلك فى الكم فانه ليس لذى الذراعين مضاد ولا للعشرة ولا لشىء مما يجرى هذا المجرى الا ان يقول قايل ان القليل ضد الكثير او الكبير ضد الصغير لكن للكم المنفصل لا مضاد له وقد يظن بالجوهر انه لا يقبل الاكثر والاقل ولست اقول انه ليس جوهر باكثر من جوهر فى انه جوهر فان ذلك شىء قد قلنا به لكنى اقول ان ما هو فى جوهر جوهر ليس يقال اكثر ولا اقل مثال ذلك ان هذا الجوهر ان كان انسانا فليس يكون انسانا اكثر ولا اقل ولا اذا قيس بنفسه ولا اذا قيس بغيره فانه ليس احد من الناس انسانا باكثر من انسان غيره كما ان الابيض ابيض باكثر مما غيره ابيض والخير خير باكثر مما غيره خير وكما ان الشى اذا قيس بنفسه ايضا قيل انه اكثر واقل مثال ذلك ان الجسم اذا كان ابيض فقد يقال انه فى هذا الوقت ابيض باكثر مما كان قبل واذا كان حارا فقد يقال انه حار باكثر مما كان او اقل فاما الجوهر فليس يقال اكثر ولا اقل فانه ليس يقال فى الانسان انه فى هذا الوقت انسان باكثر مما كان فيما تقدم ولا فى غيره من سائر الجواهر فيكون الجوهر لا يقبل الاكثر والاقل وقد يظن ان اولى الخواص بالجوهر ان الواحد منه بالعدد هو بعينه قابل للمتضادات والدليل على ذلك انه لن يقدر احد ان ياتى بشى مما ليس هو جوهر الواحد منه بالعدد قابل للمتضادات مثال ذلك ان اللون الواحد بالعدد هو بعينه لن يكون ابيض واسود والفعل الواحد بالعدد هو بعينه يكون مذموما او محمودا وكذلك نحو الامر فى سائر الاشيا مما ليس بجوهر فاما الجوهر فان الواحد منه بالعدد هو بعينه قابل للمتضادات مثال ذلك انسان ما فان هذا الواحد هو بعينه يكون ابيض حينا واسود حينا وحارا وباردا وطالحا وصالحا ولن يوجد ما يجرى هذا المجرى فى شىء مما سوى الجوهر اصلا اللهم الا ان يرد ذلك راد بان يقول ان القول والظن مما يجرى هذا المجرى لان القول بعينه مظنون صدقا وكذبا مثال ذلك ان القول ان صدق فى جلوس جالس فانه بعينه يكذب اذا قام وكذلك القول فى الظن فان الظان ان صدق فى جلوس جالس كذب اذا قام متى كان ظنه به ذلك الظن بعينه فنقول ان الانسان وان اعترف بذلك فان من الجنسين اختلافا وذلك ان الاشياء فى الجواهر انما هى قابلة للمتضادات بان تتغير انفسها لان الشىء اذا كان حارا فصار باردا فقد تغير واذا كان ابيض فصار اسود واذا كان مذموما فصار محمودا وكذلك فى ساير الاشياء كل واحد منها قابل للمتضادات بان تقبل بنفسه التغير فاما القول والظن فانهما ثابتان غير زائلين لا بنحو من الانحا ولا بوجه من الوجوه وانما يحدث المضاد فيهما بزوال الامر فان القول فى جلوس جالس ثابت بحاله وانما يصير صادقا حينا وكاذبا حينا بزوال الامر وكذلك القول فى الظن ايضا فيكن الجهة التى تخص الجوهر انه قابل للمتضادات بتغيره نفسه هذا ان اعترف الانسان بذلك اعنى ان الظن والقول قابلان للمتضادات الا ان ذلك ليس بحق لان القول والظن ليس انما يقال فيهما انهما قابلان للاضداد من طريق انهما فى انفسهما يقبلان شياء [لكن] من طريق ان حادثا يحدث فى شئ غيرهما وذلك ان القول انما يقال فيه انه صادق او انه كاذب من طريق ان الامر موجود او غير موجود لا من طريق انه نفسه قابل للاضداد فان القول بالجملة لا يقبل الزوال من شىء اصلا ولا الظن فيحب الا يكونا قابلين للاضداد اذ كان ليس يحدث فيهما ضد اصلا فاما الجوهر فيقال فيه انه قابل للاضداد من طريق انه نفسه قابل للاضداد وذلك انه يقبل المرض والصحة والبياض والسواد وانما يقال فيه انه قابل الاضداد من طريق انه هو نفسه يقبل كل واحد من هذه وما يجرى مجراها فيجب من ذلك ان يكون خاصة الجوهر ان الواحد منه بالعدد هو بعينه قابل للمتضادات بتغيره فى نفسه فهذا فليكن مبلغ ما نقوله فى الجوهر وقد ينبغى الآن ان يتبع ذلك بالقول فى الكم *