Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Categoriae (The Categories)

Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον τὸ μεῖζον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ λέγεται μεῖζον· καὶ τὸ διπλάσιον τοῦθ᾿ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ διπλάσιον λέγεται. Ὡσαύτως δὲ καὶ ὅσα ἄλλα τοιαῦτα. Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις. Πάντα γὰρ τὰ εἰρημένα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται καὶ οὐκ ἄλλο τι· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ ἐπιστήμη τινὸς ἐπιστήμη καὶ ἡ θέσις τινὸς θέσις, καὶ τὰ ἄλλα δὲ ὡσαύτως. Πρός τι οὖν ἐστὶν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον· πρός τι γὰρ μέγα λέγεται τὸ ὄρος· καὶ τὸ ὅμοιον τινὶ ὅμοιον λέγεται, καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα ὡσαύτως πρός τι λέγεται. Ἔτι δὲ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές, ἡ δὲ θέσις τῶν πρός τι. Τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι αὐτὰ μὲν οὐκ εἰσὶ θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγεται.

Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον ὂν τῶν πρός τι, καὶ ἐπιστήμη ἀγνοίᾳ. Οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει τὸ ἐναντίον· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων οὐδενί.

Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι· ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἴσον καὶ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται, ἑκάτερον αὐτῶν πρός τι ὄν· τό τε γὰρ ὅμοιον τινὶ ὅμοιον λέγεται καὶ τὸ ἀνόμοιον τινὶ ἀνόμοιον. Οὐ πάντα δὲ τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· τὸ γὰρ διπλάσιον οὐ λέγεται μᾶλλον καὶ ἧττον διπλάσιον, οὐδὲ τῶν τοιούτων οὐδέν.

Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος λέγεται καὶ ὁ δεσπότης δούλου δεσπότης, καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ, καὶ τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, οἷον ἡ ἐπιστήμη ἐπιστητοῦ λέγεται ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν. Οὐ μὴν ἀλλ᾿ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδοθῇ, ἀλλὰ διαμάρτῃ ὁ ἀποδιδούς, οἷον τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ. Οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδέδοται πτερὸν ὄρνιθος· οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτοῦ λέγεται, ἀλλ᾿ ᾗ πτερωτόν ἐστι· πολλῶν γὰρ καὶ ἄλλων πτερά ἐστιν, ἃ οὐκ εἰσὶν ὄρνιθες. Ὥστε ἐὰν ἀποδοθῇ οἰκείως, καὶ ἀντιστρέφει, οἷον τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον ᾖ ὄνομα πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη, οἷον τὸ πηδάλιον τοῦ πλοίου ἐὰν ἀποδοθῇ, οὐκ οἰκεία ἡ ἀπόδοσις γίνεται· οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται· ἔστι γὰρ πλοῖα ὧν οὐκ ἔστι πηδάλια. Διὸ οὐκ ἀντιστρέφει· τὸ γὰρ πλοῖον οὐ λέγεται πηδαλίου πλοῖον. Ἀλλ᾿ ἴσως οἰκειοτέρα ἂν ἡ ἀπόδοσις εἴη, εἰ οὕτω πως ἀποδοθείη, τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον, ἢ ὁπωσοῦν ἄλλως· ὄνομα γὰρ οὐ κεῖται. Καὶ ἀντιστρέφει γε, ἐὰν οἰκείως ἀποδοθῇ· τὸ γὰρ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οἶον ἡ κεφαλὴ οἰκειοτέρως ἂν ἀποδοθείη κεφαλωτοῦ ἢ ζῴου ἀποδιδομένη· οὐ γὰρ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει. Οὕτω δὲ ῥᾷστα ἂν ἴσως τις λάβοι οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς αὐτὰ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα, ὥσπερ ἐπὶ τῶν προειρημένων ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτόν. Πάντα οὖν τὰ πρός τι, ἐάν περ οἰκείως ἀποδιδῶται, πρὸς ἀντιστρέφοντα λέγεται, ἐπεὶ ἐάν γε πρὸς τὸ τυχὸν ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὸ ὃ λέγεται, οὐκ ἀντιστρέφει. Λέγω δὲ ὅτι οὐδὲ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων, καὶ ὀνομάτων αὐτοῖς κειμένων, οὐδὲν ἀντιστρέφει, ἐὰν πρός τι τῶν συμβεβηκότων ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὸ ὃ λέγεται, οἷον ὁ δοῦλος ἐὰν μὴ δεσπότου ἀποδοθῇ ἀλλ᾿ ἀνθρώπου ἢ δίποδος ἢ ὁτουοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· οὐ γὰρ οἰκεία ἡ ἀπόδοσίς ἐστιν. Ἔτι δ᾿ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστί, καταλειπομένου δὲ μόνου τούτου πρὸς ὃ ἀπεδόθη οἰκείως, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται, οἶον ὁ δοῦλος ἐὰν πρὸς δεσπότην λέγηται, περιαιρουμένων τῶν ἄλλων ἁπάντων ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἶον τὸ δίποδι εἶναι καὶ τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ, καταλειπομένου δὲ μόνου τοῦ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς αὐτὸ ῥηθήσεται· ὁ γὰρ δοῦλος δεσπότου δοῦλος λέγεται. Ἐὰν δέ γε μὴ οἰκείως ἀποδοθῇ πρὸς ὅ ποτε λέγεται, περιαιρουμένων μὲν τῶν ἄλλων, καταλειπομένου δὲ μόνου τοῦ πρὸς ὃ ἀπεδόθη, οὐ ῥηθήσεται πρὸς αὐτό. Ἀποδεδόσθω γὰρ ὁ δοῦλος ἀνθρώπου καὶ τὸ πτερὸν ὄρνιθος, καὶ περιῃρήσθω τοῦ ἀνθρώπου τὸ δεσπότην αὐτὸν εἶναι· οὐ γὰρ ἔτι ὁ δοῦλος πρὸς ἄνθρωπον ῥηθήσεται· μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλός ἐστιν. Ὡσαύτως καὶ τοῦ ὄρνιθος περιῃρήσθω τὸ πτερωτῷ εἶναι· οὐ γὰρ ἔτι ἔσται τὸ πτερὸν τῶν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πτερὸν ἔσται τινός. Ὥστε δεῖ μὲν ἀποδιδόναι πρὸς ὅ ποτε οἰκείως λέγεται. Κἂν μὲν ὄνομα ᾖ κείμενον, ῥᾳδία ἡ ἀπόδοσις γίνεται· μὴ ὄντος δὲ ἀναγκαῖον ἴσως ὀνοματοποιεῖν. Οὕτω δὲ ἀποδιδομένων φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.

Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, καὶ ἐπὶ μὲν τῶν πλείστων ἀληθές ἐστιν. Ἄμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι· καὶ δεσπότου ὄντος δοῦλός ἐστι, καὶ δούλου ὄντος δεσπότης ἐστίν· ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα. Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα· μὴ γὰρ ὄντος διπλασίου οὐκ ἔστιν ἥμισυ, καὶ ἡμίσεος μὴ ὄντος οὐκ ἔστι διπλάσιον· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαῦτα. Οὐκ ἐπὶ πάντων δὲ τῶν πρός τι ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι· τὸ γὰρ ἐπιστητὸν πρότερον ἂν δόξειε τῆς ἐπιστήμης εἶναι. Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· ἐπ᾿ ὀλίγων γὰρ ἂν ἢ ἐπ᾿ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην. Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ· ἐπιστητοῦ μὲν γὰρ μὴ ὄντος οὐκ ἔστιν ἐπιστήμη (οὐδενὸς γὰρ ἔσται ἐπιστήμη), ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει ἐπιστητὸν εἶναι, οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴγε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστιν οὐδέπω, αὐτὸς δὲ ἐπιστητόν ἐστιν. Ἔτι ζῴου μὲν ἀναιρεθέντος οὐκ ἔσται ἐπιστήμη, τῶν δ᾿ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι. Ὁμοίως δὲ τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως ἔχει. Τὸ γὰρ αἰσθητὸν πρότερον· τῆς αἰσθήσεως δοκεῖ εἶναι. Τὸ μὲν γὰρ αἰσθητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ. Αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματί εἰσιν, αἰσθητοῦ δὲ ἀναιρεθέντος ἀναιρεῖται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν τὸ σῶμα), σώματος δὲ μὴ ὄντος ἀναιρεῖται καὶ ἡ αἴσθησις, ὥστε συναναιρεῖ τὸ αἰσθητὸν τὴν αἴσθησιν. Ἡ δέ γε αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ζῴου γὰρ ἀναιρεθέντος αἴσθησις μὲν ἀναιρεῖται, αἰσθητὸν δὲ ἔσται, οἶον σῶμα, θερμόν, γλυκύ, πικρόν, και τἆλλα πάντα ὅσα ἐστὶν αἰσθητά. Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ τῷ ζῴῳ γίνεται καὶ αἴσθησις· τὸ δέ γε αἴσθητόν ἐστι καὶ πρὸ τοῦ ζῷον ἢ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν καὶ τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν, ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν.

Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται, καθάπερ δοκεῖ, ἢ τοῦτο ἐνδέχεται κατά τινας τῶν δευτέρων οὐσιῶν. Ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ ὅλα οὔτε τὰ μέρη πρός τι λέγεται. Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος, οὐδὲ ὁ τὶς βοῦς τινός τις βοῦς. Ὡσαύτως δὲ καὶ τὰ μέρη· ἡ γάρ τις χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ, καὶ ἡ τὶς κεφαλὴ οὐ λέγεται τινός τις κεφαλὴ ἀλλά τινος κεφαλή. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν, ἐπί γε τῶν πλείστων, οἷον ὁ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος, οὐδὲ ὁ βοῦς τινὸς βοῦς, οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλά τινος κτῆμα λέγεται. Ἐπὶ μὲν οὖν τῶν τοιούτων φανερὸν ὅτι οὐκ ἔστι τῶν πρός τι· ἐπ᾿ ἐνίων δὲ τῶν δευτέρων οὐσιῶν ἔχει ἀμφισβήτησιν, οἶον ἡ κεφαλὴ τινὸς λέγεται κεφαλὴ καὶ ἡ χεὶρ τινὸς λέγεται χεὶρ καὶ ἕκαστον τῶν τοιούτων, ὥστε ταῦτα τῶν πρός τι δόξειεν ἂν εἶναι. Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι ὁρισμὸς ἀποδέδοται, ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τι λέγεται· εἰ δὲ μὴ ἱκανῶς, ἀλλ᾿ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἴσως ἂν ῥηθείη τι πρὸς αὐτά. Ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν ταὐτόν γέ ἐστι τῷ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι. Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. Φανερὸν μὲν οὖν καὶ ἐξ αὐτῶν ἐστίν. Εἰ γὰρ οἶδέ τις τόδε τι ὅτι ἔστι τῶν πρός τι, ἔστι δὲ τὸ εἶναι τοῖς πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, κἀκεῖνο οἶδε πρὸς ὃ τοῦτό πως ἔχει· εἰ γὰρ οὐκ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ᾿ εἰ πρός τί πως ἔχει εἴσεται. Καὶ ἐπὶ τῶν καθ᾿ ἕκαστα δὲ δῆλον τὸ τοιοῦτον, οἷον τόδε τι εἰ οἶδε ἀφωρισμένως ὅτι ἔστι διπλάσιον, καὶ ὅτου διπλάσιόν ἐστιν εὐθὺς ἀφωρισμένως οἶδεν· εἰ γὰρ μηδενὸς τῶν ἀφωρισμένων οἶδεν αὐτὸ διπλάσιον, οὐδ᾿ εἰ διπλάσιόν ἐστιν ὅλως οἶδεν. Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν ὅτι κάλλιόν ἐστι, καὶ ὅτου κάλλιόν ἐστιν εὐθὺς ἀφωρισμένως ἀναγκαῖον εἰδέναι διὰ ταῦτα. Οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος κάλλιον· ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη· οὐ γὰρ ἔτι ἀκριβῶς εἴσεται ὅτι ἐστὶ χείρονος κάλλιον. Εἰ γὰρ οὕτως ἔτυχεν, οὐδέν ἐστι χεῖρον αὐτοῦ. Ὥστε φανερὸν ὅτι ἀναγκαῖόν ἐστιν, ὃ ἂν εἰδῇ τις τῶν πρός τι ἀφωρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ἀφωρισμένως εἰδέναι. Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον. Τίνος γὰρ αὕτη ἡ κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως. Ὥστε οὐκ ἂν εἴη ταῦτα τῶν πρός τι. Εἰ δὲ μή ἐστι ταῦτα τῶν πρός τι, ἀληθὲς ἂν εἴη λέγειν ὅτι οὐδεμία οὐσία τῶν πρός τί ἐστιν. Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένον· τὸ μέντοι διηπορηκέναι ἐφ᾿ ἑκάστου αὐτῶν οὐκ ἄχρηστόν ἐστιν.

فى التى من المضاف

يقال فى الاشيا انها من المضاف متى كانت ماهياتها انما تقال بالقياس الى غيرها او على نحو اخر من انحا النسبة الى غيرها اى نحو كان مثال ذلك ان الاكبر ماهيته انما تقال بالقياس الى غيره وذلك انه انما يقال اكبر من شىء والضعف ماهيته بالقياس الى غيره وذلك انه انما يقال ضعفا لشى وكذلك كل ما يجرى هذا المجرى ومن المضاف ايضا هذه الاشيا مثال ذلك الملكة والحال والحس والعلم والوضع فان جميع ما ذكر من ذلك فماهيته انما تقال بالقياس الى غيره لا غير وذلك ان الملكة انما تقال ملكة لشى والعلم علم بشىء والوضع وضع لشى والحس حس بشى وسائر ما ذكرنا يجرى هذا المجرى والاشيا اذا التى من المضاف هى كل ما كانت ماهياتها انما تقال بالقياس الى غريها او على نحو اخر من انحا النسبة الى غريها اى نحو كان لا غير مثال ذلك الجبل يقال كبيرا بالقياس الى غيره فانه انما يقال جبل كبير بالاضافة الى شى والشبيه انما يقال شبيها بشى وسائر ما يجرى هذا المجرى على هذا المثال يقال بالاضافة والاضطجاع والقيام والجلوس هى من الوضع والوضع من المضاف فاما يضطجع او يقوم او يجلس فليست من الوضع بل من الاشيا المشتق لها الاسم من الوضع الذى ذكر وقد يوجد ايضا المضادة فى المضاف مثال ذلك الفضيلة والخسيسة كل واحد مضاد لصاحبه وهو من المضاف والعلم والجهل الا ان المضادة ليست موجودة فى كل المضاف فانه ليس للضعفين ضد ولا للثلاثة الاضعاف ولا لشى مما كان مثله وقد يظن المضاف انه ايضا يقبل الاكثر والاقل لان الشبيه يقال اكثر شبها واقل شبها وغير المساوى يقال اكثر واقل وكل واحد منهما من المضاف فان الشبيه انما يقال شبيها لشى وغير المساوى غير مساو لشى ولكن ليس كله يقبل الاكثير والاقل فان الضعف ليس يقال ضعفا اكثر ولا اقل ولا شيا مما كان مثله والمضافات كلها ترجع بالتكافوء بعضها على بعض فى القول مثال ذلك العبد يقال عبد للمولى والمولى يقال مولى للعبد والضعف ضعف للنصف والنصف نصف للضعف والاكبر اكبر من الاصغر والاصغر اصغر من الاكبر وكذلك ايضا فى سايرها ما خلا انها فى مخرج اللفظ ربما اختلف تصريفهما مثال ذلك العلم يقال علم بمعلوم والمعلوم معلوم للعلم والحس حس بمحسوس والمحسوس محسوس للحس لكن ربما ظنا غير متكافيين متى لم يضف الى الشى الذى اليه يضاف اضافة معادلة بل فرط المضيف مثال ذلك الجناح ان اضيف الى ذى الريش لم يرجع بالتكافوء ذو الريش على الجناح لان الاول لم تكن اضافته معادلة اعنى الجناح الى ذى الريش وذلك انه ليس من طريق ان ذا الريش ذو الريش اضيف اليه فى القول الجناح لكن من طريق انه دو جناح اذ كان كثير غيره من ذوى الاجنحة لا ريش له فان جعلت الاضافة معادلة رجع ايضا بالتكافوء مثال ذلك الجناح جناح لذى الجناح وذو الجناح بالجناح وهو ذو جناح وخليق ان يكون ربما نضظر الى اختراع الاسم متى لم نجد اسما موضوعا اليه تقع الاضافة معادلة مثال ذلك ان السكان ان اضيف الى الزورق لم تكن اضافته معادلة لانه ليس من طريق أن الزورق زورق اضيف اليه فى القول السكان اذ كان قد يوجد زواريق لا سكان لها ولذلك لا يرجع بالتكافوء ليس يقال أن الزورق زورق بالسكان لكن خليق ان يكون الاضافة اعدل اذ اقبلت على هذا النحو السكان سكان لذى السكان او على نحو ذلك اذ ليس يوجد اسم موضوع فيرجع حينئذ متكافيا اذا كانت الاضافة معادلة فان ذا السكان انما هو ذو سكان بالسكان وكذلك ايضا فى سايرها مثال ذلك ان الراس يكون اضافته الى ذى الراس اعدل من اضافته الى الحى فانه ليس الحى من طريق ما هو حى له راس اذ كان كثير من الحيوان لا راس له وهكذا اسهل ما لعله يتهيا لك به احذ الاسمآ فيما لم يكن لها اسما موضوعه ان تضع الاسمآ من الاول للتى عليها ترجع بالتكافوء على مثال ما فعل فى التى ذكرت انفا من الجناح ذو الجناح ومن السكان ذو السكان فكل الاضافات اذا اضيفت على المعادلة قيل انها ترجع بعضها على بعض بالتكافوء فان الاضافة ان وقعت جزا ولم تقع الى الشى الذى اليه يقال النسبة لم ترجع بالتكافؤ اعنى انه لا يرجع بالتكافوء شئ البتة من المتفق فيها انها مما يقال انه يرجع بالتكافوء ولها اسما موضوعة فضلا عن غيرها متى وقعت الاضافة الى شى من اللوازم لا الى الشى الذى اليه تقع النسبة فى القول مثال ذلك ان العبد ان لم يضف الى المولى لكن الى الانسان او الى ذى الرجلين أو الى شىء مما يشبه ذلك لم يرجع بالتكافوء لان الاضافة لم تكن معادلة وايضا متى اضيف شى الى شى الذى اليه ينسبه بالقول اضافة معادلة فانه أن ارتفع ساير الاشيا كلها العارضة لذلك بعد ان يبقى ذلك الشى وحده الذى اليه الاضافة فانه ينسب اليه بالقول ابدا نسبة معادلة مثال ذلك العبد انما يقال بالاضافة الى المولى فان ارتفعت ساير الاشيا اللاحقة للمولى مثال ذلك انه ذو رجلين انه قبول للعلم انه انسان وبقى انه مولى فقط قيل ابدا العبد بالاضافة اليه فانه يقال ان العبد عبد المولى ومتى اضيف شى الى الشى التى ينسب اليه باقول على غير معادلة ثم ارتفع سائر الاشيا وبقى ذلك الشى وحده الذى اليه وقعت الاضافة لم ينسب اليه باقول فلينزل ان العبد اضيف الى الانسان والجناح الى ذى الريش وليرفع من الانسان انه مولى فانه ليس يقال حينئذ العبد بالقياس الى الانسان وذلك انه اذا لم يكن المولى لم يكن ولا العبد وكذلك فليرفع ايضا من ذى الريش انه ذو جناح فانه لا يكون حينئذ الجناح من المضاف وذلك انه اذا لم يكن ذو الجناح لم يكن الجناح لشى فقد يجب ان يكون الاضافة الى الشى الذى اليه يقال معادلة وان كان يوجد اسم موضوعا فان الاضافة تكون سهلة وان لم يوجد فخليق ان يكون يضظر الى اختراع اسم واذا وقعت الاضافة على هذا النحو فمن البين ان المضاف كلها يرجع بعضها على بعض فى القول بالتكافوء وقد يظن كل مضافين فهما معا فى الطبع وذلك حق فى اكثرها فان الضعف موجوده النصف معا وان كان النصف موجودا والضعف موجود وان كان العبد موجودا فالمولى موجود وكذلك يجرى الامر فى سايرها وقد يفقد كل واحد منهما الاخر مع فقده وذلك انه لم يوجد الضعف لم يوجد النصف واذا لم يوجد النصف لم يوجد الضعف وعلى هذا المثال يجرى الامر فيما اشبهها وقد يظن انه ليس يصح فى كل مضافين انهما معا فى الطبع وذلك ان المعلوم مظنون بانه اقدم من العلم لان اكثرتنا ولنا العلم الاشيا من بعد وجودها واقل ذاك او لا شى البتة يوجد من العلم والمعلوم جاريتين معا وايضا المعلوم ان فقد فقد معه العلم به فاما العلم فليس يفقد معه المعلوم وذلك ان المعلوم ان لم يوجد لم يوجد العلم لانه لا يكون حينئذ علم بشى البتة فاما ان لم يوجد العلم فلا شى مانع من ان يكون المعلوم مثال ذلك تربيع الدايرة ان يكون معلوما فعلمه لم يوجد بعد فاما هذا المعلوم نفسه فاتيته قايمة وايضا الحى اذا فقد لم يوجد العلم فاما المعلوم فقد يمكن ان يكون كثير منه موجودا وكذلك يجرى الامر فى باب الحس ايضا وذلك انه قد يظن ان المحسوس اقدم من الحس به لان المحسوس اذا فقد فقد معه الحس به فاما الحس فليس يفقد معه المحسوس وذلك ان الحواس انما وجودها بالجسم وفى الجسم واذا فقد المحسوس فقد الجسم ايضا اذ كان الجسم شيا من المحسوسات واذ لم يوجد الجسم فقد الحس ايضا فيكون المحسوس يفقد معه الحس فاما الحس فليس يفقد معه المحسوسس فان الحى اذا فقد الحس وكان المحسوس موجودا مثل الجسم والحار والحلو والمر وسائر المحسوسات الاخر كلها وايضا فان الحس انما يكون مع الحاس وذلك ان معا يكون الحى والحس فاما المحسوس فموجود من قبل وجود الحى والحس فان النار والماء وما يجرى مجراهما مخاصة قوام الحيوان موجوده من قبل ان يوجد الحيوان بالجملة او الحس فلذلك قد يظن ان المحسوس اقدم وجودا من الحس ومما فيه موضع شك هل الجواهر ليس جوهر منها يقال من باب المضاف على حسب ما يظن او ذلك ممكن فى جواهر ما من الجواهر الثوانى فاما فى الجواهر الاول فان ذلك حق وذلك انه ليس يقال من المضاف لا كلياتها ولا اجزاؤها فانه ليس يقال فى انسان ما انه انسان ما لشى ولا فى ثور ما انه ثور ما لشى وكذلك اجزاؤها ايضا فانه ليس يقال فى يد ما انها يد ما لانسان لكن انها يد لانسان ولا يقال فى راس ما انه راس ما لشى بل راس لشى وكذلك فى الجواهر الثانية فى اكثرها فانه ليس يقال ان الانسان انسان لشى ولا ان الثور ثور لشى ولا ان الخشبة خشبة لشى بل يقال انها ملك لشى فاما فى هذه فان الامر ظاهر انها ليست من المضاف واما فى بعض الجواهر الثوانى فقد يدخل فى امرها الشك مثال ذلك ان الراس يقال انه راس لشى واليد يقال انها يد لشىء وكل واحد مما اشبه ذلك يكون قد يظن ان هذه من المضاف فان كان تحديد التى من المضاف قد وفى على الكفاية فحل الشك الواقع فى انه ليس جوهر من الجواهر يقال من المضاف ام هما يصعب جدا واما مما لا يمكن وان لم يكن على الكفاية لكن كانت الاشيا التى من المضاف الوجود لها هو انها مضافة على نحو من الانحا فلعله يتهيا ان يقال شى فى فسخ ذلك فاما التحديد المتقدم فانه يلحق كلما كان من المضاف الا انه ليس معنى القول ان الوجود لها هو انها مضافة هو معنى القول ان ماهياتها تقال بالقياس الى غيرها وبين من ذلك ان من عرف احد المضافين محصلا عرف ايضا ذلك الذى اليه يضاف محصلا وذلك ظاهر من هذا فان الانسان متى علم ان هذا الشىء من المضاف وكان الوجود للمضاف هو مضاف على نحو من الانحا فقد علم ايضا ذلك الشى الذى هذا عنده بحال من الاحوال فانه ان لم يعلم اصلا ذلك الشى الذى هذا عنده بحال من الاحوال لم يعلم ولا انه عند شى بحال من الاحوال وذلك بين ايضا فى الجزويات مثال ذلك الضعف فان من علم الضعف على التحصيل فانه على المكان يعلم ايضا ذلك الشى الذى هذا ضعفه محصلا فانه ان لم يعلمه ضعفا لشى واحد محصلا فليس يعلمه ضعفا اصلا وكذلك ايضا ان كان يعلم ان هذا المشار اليه احسن فقد يجب لذلك ضرورة ان يكون يعلم ايضا ذلك الشى الذى هذا احسن منه محصلا فانه ليس يجوز ان يكون انما يعلم ان هذا احسن مما دونه فى الحسن فان ذلك انما يكون توهما الا علما وذلك انه ليس يعلم يقينا انه احسن مما هو دونه فانه ربما اتفق الا يكون شىء دونه فيكون ظاهر انه واجب ضرورة متى علم الانسان احد المضافين محصلا ان يكون يعلم ايضا ذلك الاخر الذى اليه اضيف محصلا فاما الراس واليد وكل واحد مما يجرى مجراهما مما هى جواهر فان ماهياتها انفسها قد تعرف محصلة فاما ما يضاف اليه فليس واجبا ان يعرف وذلك انه لا سبيل الى ان يعلم على التحصيل راس من هذا ويد من هذه فيجب من ذلك ان هذه ليست من المضاف وان لم يكن هذه من المضاف فقد يصح القول انه ليس جوهر من الجواهر من المضاف الا انه خليق ان يكون قد يصعب التفخيم على اتباع الحكم على امثال هذه الامور ما لم تتدبر مرارا كثيرة فاما الشك فيها فليس مما لا درك فيه*