Categoriae (The Categories)
Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. Ἔστι δὲ διωρισμένον μὲν οἷον ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ οἷον γραμμή, ἐπιφάνεια, σῶμα, ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος. Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ, οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει· οὐδ᾿ ὅλως ἂν ἔχοις ἐπ᾿ ἀριθμοῦ κοινὸν ὅρον λαβεῖν τῶν μορίων, ἀλλ᾿ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν. Ὡσαύτως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν. Ὅτι μὲν γὰρ ποσόν ἐστιν ὁ λόγος, φανερόν· καταμετρεῖται γὰρ συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. Λέγω δὲ αὐτὸν τὸν μετὰ φωνῆς λόγον γιγνόμενον. Πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γὰρ ἔστι κοινὸς ὅρος πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ᾿ ἑκάστη διώρισται αὐτὴ καθ᾿ αὑτήν. Ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ λαβεῖν κοινὸν ὅρον πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμήν· τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἂν λαβεῖν κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ἃ τὰ τοῦ σώματος μόρια συνάπτει. Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων· ὁ γὰρ νῦν χρόνος συνάπτει πρὸς τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. Πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστί· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοῦ τόπου μόρια, ἃ κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, πρὸς τὸν αὐτὸν ὅρον συνάπτει πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια. Ὥστε συνεχὴς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει.
Ἔτι δὲ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὑτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα· ἕκαστον γὰρ αὐτῶν κεῖταί που, καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι ὅπου ἕκαστον κεῖται ἐν τῷ ἐπιπέδῳ καὶ πρὸς ποῖον μόριον τῶν λοιπῶν συνάπτει. Ὡσαύτως δὲ καὶ τὰ τοῦ ἐπιπέδου μόρια θέσιν ἔχει τινά· ὁμοίως γὰρ ἂν ἀποδοθείη ἕκαστον οὗ κεῖται, καὶ ποῖα συνάπτει πρὸς ἄλληλα. καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως, καὶ τὰ τοῦ τοποῦ. Ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων. Οὐδὲ τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων· ὃ δὲ μή ἐστιν ὑπομένον, πῶς ἂν τοῦτο θέσιν τινὰ ἔχοι; ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἂν ἔχειν τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου τὸ δ᾿ ὕστερον. Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὡσαύτως τῷ τὸ ἓν πρότερον ἀριθμεῖσθαι τῶν δύο καὶ τὰ δύο τῶν τριῶν· καὶ οὕτω τάξιν τινὰ ἂν ἔχοι, θέσιν δὲ οὐ πάνυ λάβοις ἄν. Καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ᾿ εἴρηταί τε καὶ οὐκ ἔστιν ἔτι τοῦτο λαβεῖν, ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων αὐτοῦ, εἴγε μηδὲν ὑπομένει. Τὰ μὲν οὖν ἐκ θέσιν ἐχόντων τῶν μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν.
Κυρίως δὲ ποσὰ ταῦτα μόνα λέγεται τὰ εἰρημένα, τὰ δὲ ἄλλα πάντα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ ἀποβλέποντες καὶ τἆλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι, καὶ ἡ πρᾶξις μακρὰ τῷ γε τὸν χρόνον πολὺν εἶναι, καὶ ἡ κίνησις πολλή. Οὐ γὰρ καθ᾿ αὑτὸ ἕκαστον τούτων ποσὸν λέγεται. Οἷον ἐὰν ἀποδιδῷ τις πόση τις ἡ πρᾶξίς ἐστι, τῷ χρόνῳ ὁριεῖ, ἐνιαυσιαίαν ἢ οὕτω πως ἀποδιδούς. Καὶ τὸ λευκὸν ποσόν τι ἀποδιδοὺς τῇ ἐπιφανείᾳ ὁριεῖ· ὅση γὰρ ἂν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν ἂν εἶναι. Ὥστε μόνα κυρίως καὶ καθ᾿ αὑτὰ ποσὰ λέγεται τὰ εἰρημένα, τῶν δὲ ἄλλων οὐδὲν καθ᾿ αὑτό, ἀλλ᾿ εἰ ἄρα, κατὰ συμβεβηκός.
Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. Ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί· οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐναντίον, εἰ μὴ ἄρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ. Τούτων δὲ οὐδέν ἐστι ποσὸν ἀλλὰ τῶν πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ᾿ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ τῷ πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὄρος μὲν μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη τῷ τὴν μὲν τῶν ὁμογενῶν μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν. Οὐκοῦν πρὸς ἕτερον ἡ ἀναφορά, ἐπεὶ εἴγε καθ᾿ αὑτὸ μικρὸν ἢ μέγα ἐλέγετο, οὐκ ἄν ποτε τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη. Πάλιν ἐν μὲν τῇ κώμῃ φαμὲν πολλοὺς ἀνθρώπους εἶναι, ἐν Ἀθήναις δὲ ὀλίγους πολλαπλασίους αὐτῶν ὄντας, καὶ ἐν μὲν τῇ οἰκίᾳ πολλούς, ἐν δὲ τῷ θεάτρῳ ὀλίγους πολλῷ πλείους ὄντας. Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει, τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσὸν ἀλλὰ μᾶλλον πρός τι· πρὸς γὰρ ἕτερον θεωρεῖται τὸ μέγα καὶ τὸ μικρόν. Ὥστε φανερὸν ὅτι ταῦτα τῶν πρός τί ἐστιν. Ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾿ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία. Συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι γὰρ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα. Ὥστε τὸ αὐτὸ καὶ μέγα καὶ μικρὸν κατὰ τὸν αὐτὸν χρόνον εἶναι συμβαίνει· ὥστε ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι. Ἀλλ᾿ οὐδὲν δοκεῖ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων δοκεῖ εἶναι, ἀλλ᾿ οὔτι γε ἅμα νοσεῖ καὶ ὑγιαίνει. Ἀλλ᾿ οὐδὲ λευκὸν καὶ μέλαν ἐστὶν ἅμα. Ἀλλ᾿ οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν ὃ ἅμα τὰ ἐναντία ἐπιδέχεται. Καὶ αὐτὰ δ᾿ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι. Εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ᾿ αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, αὐτὸ ἑαυτῷ εἴη ἂν ἐναντίον. Ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῷ εἶναί τι ἐναντίον. Οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ. Ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει.
Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν. Τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι. Ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται.
Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οἷον τὸ δίπηχυ· οὐ γάρ ἐστιν ἕτερον ἑτέρου μᾶλλον δίπηχυ. Οὐδ᾿ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τὰ τρία, οὐδὲ τὰ πέντε τῶν τριῶν. Οὐδὲ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος εἶναι λέγεται. Οὐδ᾿ ἐπὶ τῶν εἰρημένων ὅλως οὐδενὸς τὸ μᾶλλον καὶ τὸ ἧττον λέγεται. Ὥστε καὶ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.
Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. Ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον τε καὶ ἄνισον λέγεται, οἷον σῶμα καὶ ἴσον καὶ ἄνισον λέγεται, καὶ χρόνος καὶ ἴσος καὶ ἄνισος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον τε καὶ ἄνισον λέγεται. Τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ᾿ ὅμοιον. Ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
فى الكم
واما الكم فمنه منفصل ومنه متصل وايضا منه ما هو قائم من اجزا فيه لها وضع بعضها عند بعض ومنه من اجزا ليس لها وضع فالمنفصل مثلا هو العدد والقول ولمتصل الخط والبسيط والجسم وايضا مما يطيف بهذه الزمان والمكان فان اجزا العدد لا يوجد لها حد مشترك اصلا يلتأم عنده بعض اجزايه ببعض مثال ذلك ان الخمسة اذ هى جزء من العشرة فليس يتصل بحد مشترك الخمسة منها بالخمسة لكنها منفصلة والثلثة والسبعة ايضا ليس يتصلا بحد مشترك وبالجملة لست تقدر فى الاعداد على اخذ حد مشترك بين اجزائها لكنها دايما منفصلة فيكون العدد من المنفصلة وكذلك ايضا القول هو من المنفصلة فاما ان القول كم فظاهر لانه يقدر بقطع ممدود او مقصور وانما اعنى ذلك القول الذى يخرج بالصوت واجزاؤه ليست تتصل بحد مشترك وذلك انه لا يوجد حد مشترك تتصل به المقاطع لكن كل مقطع منفصل على حياله فاما الخط فمتصل لانه قد يتهيا ان يوخذ حد مشترك تتصل به اجزاؤه كالنقطة وفى البسيط الخط فان اجزا السطح قد تتصل بحد ما مشترك وكذلك ايضا فى الجسم قد تقدر ان تاخذ حدا مشتركا وهو الخط او البسيط يتصل به اجزا الجسم ومما يجرى هذا المجرى ايضا الزمان والمكان فان العرض من الزمان يصل ما بين الماضى منه وبين المستأنف والمكان ايضا من المتصلة لان اجزا الجسم تشغل مكانا وهى تتصل بحد ما مشترك فتكون اجزا المكان ايضا التى تشغلها واحد واحد من اجزا الجسم تتصل بالحد بعينه الذى به تتصل اجزا الجسم فيجب ان يكون المكان ايضا متصلا اذ كانت اجزاؤه تتصل بحد واحد مشترك وايضا منه ما هو قائم من اجزا فيه لها وضع بعضها عند بعض ومنه من اجزا ليس لها وضع مثال ذلك ان اجزا الخط لها وضع بعضها عند بعض لان كل واحد منها موضوع بحيث هو وقد يمكنك ان تدل وترشد اين كل واحد منها موضوع فى السطح وباى جزء من سائر الاجزا يتصل وكذلك ايضا اجزا السطح لها وضع ما وذلك انه قد يمكن على هذا المثال فى كل واحد منها ان تدل عليه اين هو موضوع واى الاجزا يصل ما بينها وكذلك اجزا المصمت واجزا المكان فاما العدد فلن يقدر احد ان يرى فيه ان اجزاءه لها وضع ما بعضها عند بعض ولا انها موضوعة بحيث ما ولا ان اجزا ما من اجزائه تصل بعضها ببعض ولا اجزا الزمان فانه لا ثبات لشى من اجزا الزمان وما لم يكن ثابتا فلا سبيل الى ان يكون له وضع ما بل الاولى ان يقال ان لها ترتيبا ما لان بعض الزمان متقدم وبعضه متاخر وكذلك العدد لان الواحد فى العد قبل الاثنين والاثنين قبل الثلثة فيكون بذلك ترتيب ما فاما وضعا فيكاد الا تقدر ان تاخذ لها والقول ايضا كذلك لانه لا ثبات لشى من اجزايه فانه اذا نطق به مضا فلم يكن الى اخذه فيما بعد سبيل فيجب الا يكون لاجزايه وضع اذ كان لا ثبات لشىء منها فمنه اذاً ما يقوم من اجزا لها وضع ومنه من اجزا ليس لها وضع فهذه فقط التى ذكرت يقال لها بالتحقيق كم واما كل ما سواها فبالعرض يقال ذلك فيها فانا انما نقول فيما سوى هذه انها كم ونحن نقصد قصد هذه مثال ذلك انا نقول فى البياض انه ماد كثير وانما نشير الى ان البسيط كثير ونقول فى العمل انه طويل وانما نشير الى ان زمانه طويل ونقول ايضا فى الحركة انها كثيرة فان كل واحد من هذه ليس يقال له كم بذاته والمثال فى ذلك ان موفيا ان وفى كم هذا العمل فانما يحده بالزمان فيقول عمل سنة او ما اشبه ذلك وان وفى كم هذا الابيض فانما يحده بالبسيط فانه انما يقول فى مبلغ الياض بمبلغ البسيط فتكون هذه فقط التى ذكرت يقال لها بالتحقيق وبذاتها كم فاما ما سواها فليس منها شى هو بذاته كم بل ان كان ولا بد فبالعرض والكم ايضا لا مضاد له اصلا فاما فى المنفصلة فظاهر انه ليس له مضاد اصلا كانك قلت لذى الذراعين او لذى الثلث الاذرع او للسطح او لشىء مما اشبه ذلك فانه ليس لها ضد اصلا الا ان يقول قايل ان الكثير مضاد للقليل او الكبير للصغير وليس شىء من هذه البتة كما لكنها من المضاف وذلك انه ليس يقال فى شىء من الاشيا البتة بنفسه انه كبير او صغير بل بقياسه الى غيره مثال ذلك ان الجبل قد يوصف صغير او السمسمة كبيرة بان هذه اكبر مما هو من جنسها وذاك اصغر مما هو من جنسه فيكون القياس انما هو الى شى غيره فانه لو وصف شى صغيرا او كبيرا بنفسه لما وصف الجبل فى حال من الاحوال صغير او السمسمة كبيرة وايضا قد نقول ان فى القرية اناسا كثيرا وفى مدينة اثينيه اناسا قليلا على انهم اضعاف هوليك فنقول ان فى البيت اناسا كثيرا وفى الملعب اناسا قليلا على انهم اكثر منهم كثيرا وايضا على ذو الذراعين وذو الثلث الاذرع وكل واحد مما اشبههما يدل على كم فاما الكبير والصغير فليس يدلان على كم بل على مضاف فان الكبير والصغير انما يعقلان بالقياس الى شى اخر فيكون من البين ان هذين من المضاف وايضا ان وضعت انهما كم او وضعت انهما ليس بكم فليس لهما مضاد البتة وذلك ان الشى الذى لا يمكن اخذه بنفسه وانما يمكن اخذه بقياسه الى غيره كيف يمكن ان يكون لهذا المضاد وايضا ان يكن الكبير والصغير متضادين وجد الشى بعينه قابلا للمتضادات معا وان كل واحد منهما ايضا مضاد لذاته لان الشى بعينه قد يوجد كبيرا وصغيرا حتى معا اذ كان عند هذا صفير او هو بعينه عند غيره كبير فيكون قد يوجد الشى بعينه كبيرا وصغيرا فى زمان بعينه يكون قد يقبل الضدين معا لانه من المتفق عليه انه ليس يمكن ان يقبل شى واحد الضدين معا مثال ذلك فى الجوهر فان الجوهر من المتفق عليه انه قابل المتضادات الا انه لن يصح ويسقم معا ولا يكون ابيض واسود معا ولا شى من سائر الاشيا البتة يقبل الضدين معا ويوجد ايضا كل واحد منهما مضاد لذاته وذلك انه ان كان الكبير مضادا للصغير وكان الشى الواحد بعينه كبيرا وصغيرا معا فالشى يكون مضاداً لذاته الا انه من الحال ان يكون شى مضادا لذاته فليس الكبير اذاً مضادا للصغير ولا الكثير للقليل فيكون هذه وان قال الانسان انها ليست من المضاف بل من الكم ليس فيها مضاد واكثر ما ظنت المضادة فى الكم موجودة فى المكان لان المكان الاعلى يضعون انه مضاد للمكان الاسفل ويعبون بالمكان الاسفل المكان الذى يلقى الوسط وانما ذهبوا الى ذلك لان البعد بين الوسط وبين اطراف العالم ابعد البعد ويشبه ان يكونوا انما اجتلبوا الحد لسائر المتضادات من هذه لانهم انما يحدون المتضادات بانها التى بعدها بعضها من بعض غاية البعد ويجمعها جنس واحد وليس بمظنون بالكم انه قابل الاكثر والاقل مثال ذلك ذو الذراعين فانه ليس هذا ذا ذراعين باكثر من هذا وكذلك فى العدد مثال ذلك الثلثة والخمسة فانه ليس يقال ان هذه خمسة باكثر مما هذه ثلثة او ان هذه ثلثة باكثر مما هذه ثلثة ولا يقال ايضا فى زمان انه زمان باكثر من غيره ولا يقال بالجملة فى شى مما ذكر الاكثر ولا الاقل فيكون اذاً الكم غير قابل الاكثر والاقل واخص الخواص الكم انه يقال مساويا وغير مساو ومثال ذلك الجثة تقال مساوية وغير مساوية وكل واحد من سائر ما ذكر على هذا المثال يقال مساو وغير مساو واما سائر ما لم يكن كما فليس يكاد يظن به انه يقال مساويا وغير مساو مثال ذلك الحال ليس يكاد ان تقال مساوية ولا غير مساوية بل الاخرى ان تقال شبيهة والابيض ليس يكاد ان يقال مساويا وغير مساو بل شبيه فيكون اخص خواص الكم انه يقال مساويا وغير مساو*