Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Πέμπτην δὲ ἄλλην κατὰ τὸ τῶν πληγῶν διάλειμμα. καλεῖν γὰρ ἔθος οὕτω τοῖς ἰατροῖς τὸν μεταξὺ δύο πληγῶν χρόνον, ἐν ᾧ διαστέλλεται ἡ ἀρτηρία καὶ συστέλλεται. καὶ προσήκειν ἡγοῦμαι τοῖς εἰσαγομένος γυμνάσασθαι, πρῶτον μὲν, ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς. καλείσθω μοι τὸ μέν τι πληγὴ, τὸ δὲ διάλειμμα· πληγὴ μὲν ἡ ἀπὸ τῆς ἀρτηρίας κινουμένης προσβολὴ τῇ ἁφῇ γιγνομένη· διάλειμμα δὲ ἡ μεταξὺ δυοῖν πληγῶν ἡσυχία, καθ’ ἣν ὁ πυκνὸς καὶ ἀραιὸς καὶ μέσος ἀμφοῖν, ἐφ’ ᾧπερ οἱ κατὰ φύσιν συνίστανται σφυγμοί. γνωριεῖς δὲ καὶ τούτους τῷ ποσῷ τοῦ χρόνου. πυκνὸς μὲν γάρ ἐστιν, ὅταν βραχὺς ὁ τῆς ἡσυχίας ᾖ χρόνος· ἀραιὸς δὲ, ὅταν πολύς. ἡσυχίαν δὲ λέγειν, ἢ διάλειμμα πληγῶν, ἢ συστολὴν, οὐ διοίσει.