Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

καὶ ὅτι θέροϲ μὲν ὁρίζουϲιν ἐπιτολαὶ πλειάδοϲ καὶ ἀρκτούρου, τὴν δὲ δευτέραν μοίραν τοῦ δίχα τεμνομένου θέρουϲ ἐπιτολαὶ κυνὸϲ καὶ ἀρκτούρου καὶ ὥϲ ἐϲτιν αὕτη μόριόν τι τῆϲ εἰϲ ἑπτὰ διαιρέϲεωϲ ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρουϲ τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνοϲ. εἴρηται δὲ καὶ ὡϲ οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶϲ ἢ πληθυν- τικῶϲ πλειάδαϲ.

Χειμὼν δὲ βόρειοϲ.

Ἐφεξῆϲ τῇ πλειάδι χειμῶνοϲ μνημονεύει, ϲαφῶϲ ἐνδεικνύμενοϲ ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προϲέχωμεν οὖν αὐτῷ διη- γουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνοϲ.

Ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνεϲ· μιξαίθρια τὰ πλεῖϲτα. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρωϲ τὰ τῶν ψυχέων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰϲ χειμερινὰϲ καὶ ἡνίκα ζέφυροϲ πνέειν ἄρχεται, ὀπιϲθοχειμῶνεϲ μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ ϲυνεχέωϲ, οὐρανὸϲ λαιλαπώδηϲ καὶ ἐπινέφελοϲ. ταῦτα δὲ ϲυνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰϲημερίηϲ. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδεϲ, ἐπινέφελον. θέροϲ οὐ λίην καυματῶδεϲ ἐγένετο· ἐτηϲίαι ϲυνεχῶϲ ἔπνευϲαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιϲ πολλὰ πάλιν ὕδατα.

Πολλὰ λέγομεν ὕδατα γίνεϲθαι κατά τινα καιρὸν διὰ τὸ τοῦ χρόνου μῆκοϲ, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταρρήϲϲοιτο. λέγομεν δὲ πολλά, κἂν ἐν ὀλίγῳ χρόνῳ κατέλθῃ λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖϲθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆϲ ἀλλήλων εἴπῃ τιϲ ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτηϲ ἐνταῦθα ϲυνέγραψεν, ἀκουϲόμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, ϲφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παν- τάπαϲιν, ὥϲπερ γε μηδὲ πολυχρόνια. ϲαφηνείαϲ δ’ ἕνεκεν οὐδὲν κω- λύϲει καὶ μακροτέρᾳ βραχεῖ χρήϲαϲθαι διηγήϲει. γιγνέϲθω τοίνυν ἐξ-